Ἐπεὶ δὲ τούτοις ἐξετίμησε τὸν βασιλέα παυσάμενος τοῦ πένθους ἤρετο τὸν θεὸν διὰ τοῦ προφήτου, τίνα δίδωσιν αὐτῷ κατοικῆσαι πόλιν τῆς Ἰούδα καλουμένης φυλῆς. φήσαντος δ᾽ αὐτοῦ διδόναι Γιβρῶνα καταλιπὼν τὴν Σίκελλαν εἰς ἐκείνην παραγίνεται τάς τε γυναῖκας ἐπαγόμενος τὰς αὑτοῦ, δύο δὲ ἦσαν, καὶ τοὺς ὁπλίτας τοὺς σὺν αὐτῷ.