Ἄδαμος δὲ ὁ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ ἡ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντ᾽ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ.