Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως: πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν: οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι.