previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀχιλλεύς

ποῦ τῶν Ἀχαιῶν ἐνθάδ᾽ στρατηλάτης;
τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως
ζητοῦντά νιν παῖδ᾽ ἐν πύλαις Ἀχιλλέα;
οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας.
805οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,
οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε
θάσσουσ᾽ ἐπ᾽ ἀκταῖς, οἳ δ᾽ ἔχοντες εὔνιδας
ἄπαιδες: οὕτω δεινὸς ἐμπέπτωκ᾽ ἔρως
τῆσδε στρατείας Ἑλλάδ᾽ οὐκ ἄνευ θεῶν.
810τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,
ἄλλος δ᾽ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.
γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα
μένω 'πὶ λεπταῖς ταισίδ᾽ Εὐρίπου πνοαῖς,
Μυρμιδόνας ἴσχων: οἳ δ᾽ ἀεὶ προσκείμενοι
815λέγουσ᾽: Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον
ἔτ᾽ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;
δρᾶ γ᾽, εἴ τι δράσεις, ἄπαγ᾽ οἴκαδε στρατόν,
τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.

Κλυταιμήστρα

παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων
820τῶν σῶν ἀκούσασ᾽ ἐξέβην πρὸ δωμάτων.

Ἀχιλλεύς

πότνι᾽ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ
γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;

Κλυταιμήστρα

οὐ θαῦμά σ᾽ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος
προσῆκες: αἰνῶ δ᾽ ὅτι σέβεις τὸ σωφρονεῖν.

Ἀχιλλεύς

825τίς δ᾽ εἶ; τί δ᾽ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,
γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;

Κλυταιμήστρα

Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι
ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.

Ἀχιλλεύς

καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
830αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: