previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος

ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.

Ἀγαμέμνων

δίδωμι: σὸν γὰρ τὸ κράτος, ἄθλιος δ᾽ ἐγώ.

Μενέλαος

Πέλοπα κατόμνυμ᾽, ὃς πατὴρ τοὐμοῦ πατρὸς
τοῦ σοῦ τ᾽ ἐκλήθη, τὸν τεκόντα τ᾽ Ἀτρέα,
475 μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς
καὶ μὴ 'πίτηδες μηδέν, ἀλλ᾽ ὅσον φρονῶ.
ἐγώ σ᾽ ἀπ᾽ ὄσσων ἐκβαλόντ᾽ ἰδὼν δάκρυ
ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
480οὐκ ἐς σὲ δεινός: εἰμὶ δ᾽ οὗπερ εἶ σὺ νῦν:
καί σοι παραινῶ μήτ᾽ ἀποκτείνειν τέκνον
μήτ᾽ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
σὲ μὲν στενάζειν, τἀμὰ δ᾽ ἡδέως ἔχειν,
θνῄσκειν τε τοὺς σούς, τοὺς δ᾽ ἐμοὺς ὁρᾶν φάος.
485τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους
ἄλλους λάβοιμ᾽ ἄν, εἰ γάμων ἱμείρομαι;
ἀλλ᾽ ἀπολέσας ἀδελφόν, ὅν μ᾽ ἥκιστα χρῆν,
Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
ἄφρων νέος τ᾽ , πρὶν τὰ πράγματ᾽ ἐγγύθεν
490σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.
ἄλλως τέ μ᾽ ἔλεος τῆς ταλαιπώρου κόρης
ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
μέλλει. τί δ᾽ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
495ἴτω στρατεία διαλυθεῖσ᾽ ἐξ Αὐλίδος,
σὺ δ᾽ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
μὴ 'μοὶ μετέστω: σοὶ νέμω τοὐμὸν μέρος.
500ἀλλ᾽ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
εἰκὸς πέπονθα: τὸν ὁμόθεν πεφυκότα
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.

Χορός

γενναῖ᾽ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
505πρέποντα: προγόνους οὐ καταισχύνεις σέθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: