Ἀγαμέμνων
ζηλῶ σὲ μᾶλλον ἢ 'μὲ τοῦ μηδὲν φρονεῖν.
χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις
πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,
680μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,
ὡς ἄχθος ὑμῖν ἐγένεθ᾽ ἡ Φρυγῶν πόλις
Ἑλένη τε. — παύω τοὺς λόγους: ταχεῖα γὰρ
νοτὶς διώκει μ᾽ ὀμμάτων ψαύσαντά σου.
685ἴθ᾽ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
μέλλων Ἀχιλλεῖ θυγατέρ᾽ ἐκδώσειν ἐμήν.
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ᾽ ὅμως
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
690παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.
Κλυταιμήστρα
οὐχ ὧδ᾽ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
καὐτὴν δόκει τάδ᾽, ὥστε μή σε νουθετεῖν,
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην:
ἀλλ᾽ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
695τοὔνομα μὲν οὖν παῖδ᾽ οἶδ᾽ ὅτῳ κατῄνεσας,
γένους δ᾽ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.
Ἀγαμέμνων
Αἴγινα θυγάτηρ ἐγένετ᾽ Ἀσωποῦ πατρός.
Κλυταιμήστρα
ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;
Ἀγαμέμνων
Ζεύς: Αἰακὸν δ᾽ ἔφυσεν, Οἰνώνης πρόμον.
Κλυταιμήστρα
700τὰ δ᾽ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;
Ἀγαμέμνων
Πηλεύς: ὁ Πηλεὺς δ᾽ ἔσχε Νηρέως κόρην.
Κλυταιμήστρα
θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;
Ἀγαμέμνων
Ζεὺς ἠγγύησε καὶ δίδωσ᾽ ὁ κύριος.
Κλυταιμήστρα
γαμεῖ δὲ ποῦ νιν; ἦ κατ᾽ οἶδμα πόντιον;
Ἀγαμέμνων
705Χείρων ἵν᾽ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.
Κλυταιμήστρα
οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
Ἀγαμέμνων
ἐνταῦθ᾽ ἔδαισαν Πηλέως γάμους θεοί.
Κλυταιμήστρα
Θέτις δ᾽ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;
Ἀγαμέμνων
Χείρων, ἵν᾽ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
Κλυταιμήστρα
710φεῦ:
σοφός γ᾽ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.
Ἀγαμέμνων
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμήστρα
οὐ μεμπτός. οἰκεῖ δ᾽ ἄστυ ποῖον Ἑλλάδος;
Ἀγαμέμνων
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
ἐκεῖσ᾽ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
715κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.