Ἀγαμέμνων
Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
50Φοίβη Κλυταιμήστρα τ᾽, ἐμὴ ξυνάορος,
Ἑλένη τε: ταύτης οἱ τὰ πρῶτ᾽ ὠλβισμένοι
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
δειναὶ δ᾽ ἀπειλαὶ καὶ κατ᾽ ἀλλήλων φόνος
ξυνίσταθ᾽, ὅστις μὴ λάβοι τὴν παρθένον.
55τὸ πρᾶγμα δ᾽ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
ἅψαιτ᾽ ἄριστα. καί νιν εἰσῆλθεν τάδε:
ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
μνηστῆρας ἀλλήλοισι καὶ δι᾽ ἐμπύρων
60σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε:
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
οἴχοιτο τόν τ᾽ ἔχοντ᾽ ἀπωθοίη λέχους,
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
65Ἕλλην᾽ ὁμοίως βάρβαρόν θ᾽ ὅπλων μέτα.
ἐπεὶ δ᾽ ἐπιστώθησαν — εὖ δέ πως γέρων
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί —
δίδωσ᾽ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
70ἣ δ᾽ εἵλεθ᾽, ὅς σφε μήποτ᾽ ὤφελεν λαβεῖν,
Μενέλαον. ἐλθὼν δ᾽ ἐκ Φρυγῶν ὁ τὰς θεὰς
κρίνων ὅδ᾽, ὡς ὁ μῦθος Ἀργείων ἔχει,
Λακεδαίμον᾽, ἀνθηρὸς μὲν εἱμάτων στολῇ
χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
75ἐρῶν ἐρῶσαν ᾤχετ᾽ ἐξαναρπάσας
Ἑλένην πρὸς Ἴδης βούσταθμ᾽, ἔκδημον λαβὼν
Μενέλαον. ὃ δὲ καθ᾽ Ἑλλάδ᾽ οἰστρήσας δρόμῳ
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.