previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;

Κλυταιμήστρα

ἔχω τάλαινα πρόφασιν ὥστ᾽ ἀλγεῖν φρένα.

Ἰφιγένεια

1435παῦσαι: 'μὲ μὴ κάκιζε: τάδε δέ μοι πιθοῦ.

Κλυταιμήστρα

λέγ᾽: ὡς παρ᾽ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.

Ἰφιγένεια

μήτ᾽ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
μήτ᾽ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.

Κλυταιμήστρα

τί δὴ τόδ᾽ εἶπας, τέκνον; ἀπολέσασά σε;

Ἰφιγένεια

1440οὐ σύ γε: σέσῳσμαι, κατ᾽ ἐμὲ δ᾽ εὐκλεὴς ἔσῃ.

Κλυταιμήστρα

πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;

Ἰφιγένεια

ἥκιστ᾽, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.

Κλυταιμήστρα

τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.

Ἰφιγένεια

βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.

Κλυταιμήστρα

1445ἀλλ᾽, τέκνον, σοὶ πείσομαι: λέγεις γὰρ εὖ.

Ἰφιγένεια

ὡς εὐτυχοῦσά γ᾽ Ἑλλάδος τ᾽ εὐεργέτις.

Κλυταιμήστρα

τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;

Ἰφιγένεια

μηδ᾽ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.

Κλυταιμήστρα

εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;

Ἰφιγένεια

1450χαίρειν γε. Ὀρέστην τ᾽ ἔκτρεφ᾽ ἄνδρα τόνδε μοι.

Κλυταιμήστρα

προσέλκυσαί νιν ὕστατον θεωμένη.

Ἰφιγένεια

φίλτατ᾽, ἐπεκούρησας ὅσον εἶχες φίλοις.

Κλυταιμήστρα

ἔσθ᾽ τι κατ᾽ Ἄργος δρῶσά σοι χάριν φέρω;

Ἰφιγένεια

πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.

Κλυταιμήστρα

1455δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.

Ἰφιγένεια

ἄκων μ᾽ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.

Κλυταιμήστρα

δόλῳ δ᾽, ἀγεννῶς Ἀτρέως τ᾽ οὐκ ἀξίως.

Ἰφιγένεια

τίς μ᾽ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;

Κλυταιμήστρα

ἐγώ, μετά γε σοῦ ...

Ἰφιγένεια
μὴ σύ γ᾽: οὐ καλῶς λέγεις.

Κλυταιμήστρα

1460πέπλων ἐχομένη σῶν.

Ἰφιγένεια
ἐμοί, μῆτερ, πιθοῦ:
μέν᾽: ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.
πατρὸς δ᾽ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω
Ἀρτέμιδος ἐς λειμῶν᾽, ὅπου σφαγήσομαι.

Κλυταιμήστρα

τέκνον, οἴχῃ;

Ἰφιγένεια
καὶ πάλιν γ᾽ οὐ μὴ μόλω.

Κλυταιμήστρα

1465λιποῦσα μητέρα;

Ἰφιγένεια
ὡς ὁρᾷς γ᾽, οὐκ ἀξίως.

Κλυταιμήστρα

σχές, μή με προλίπῃς.

Ἰφιγένεια
οὐκ ἐῶ στάζειν δάκρυ.
ὑμεῖς δ᾽ ἐπευφημήσατ᾽, νεάνιδες,
παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
Ἄρτεμιν: ἴτω δὲ Δαναΐδαις εὐφημία.
1470κανᾶ δ᾽ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ
προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
ἐνδεξιούσθω βωμόν: ὡς σωτηρίαν
Ἕλλησι δώσουσ᾽ ἔρχομαι νικηφόρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: