previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36.

ὅτι Λακεδαιμόνιοι πυνθανόμενοι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας κινδυνεύειν, ἔπεμψαν πρὸς Κῦρον, ὅτι Λακεδαιμόνιοι συγγενεῖς ὄντες τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἀπαγορεύουσιν αὐτῷ καταδουλοῦσθαι τὰς Ἑλληνίδας πόλεις. δὲ θαυμάσας τὸν λόγον ἔφη γνώσεσθαι τὴν ἀρετὴν αὐτῶν, ὅταν ἕνα τῶν ἑαυτοῦ δούλων πέμψῃ καταστρεψόμενον τὴν Ἑλλάδα. [2]

ὅτι Λακεδαιμόνιοι τὴν Ἀρκαδίαν μέλλοντες καταστρέφειν ἔλαβον χρησμόν,“ Ἀρκαδίαν μ᾽ αἰτεῖς; μέγα μ᾽ αἰτεῖς: οὔ τοι δώσω.
πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφάγοι ἄνδρες ἔασιν,
οἵ σ᾽ ἀποκωλύσουσιν: ἐγὼ δέ τοι οὔτι μεγαίρω.
δώσω σοι Τεγέαν ποσσίκροτον ὀρχήσασθαι
καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.
[3]

ὅτι οἱ Λακεδαιμόνιοι ἔπεμψαν εἰς Δελφοὺς περὶ τῶν ὀστέων Ὀρέστου τοῦ Ἀγαμέμνονος, ἐν ποίῳ τινὶ τόπῳ κεῖνται. καὶ ἔχρησεν οὕτως,“ ἔστι τις Ἀρκαδίας Τεγέη λευρῷ ἐνὶ χώρῳ,
ἔνθ᾽ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ᾽ ἀνάγκης
καὶ τύπος ἀντίτυπος καὶ πῆμ᾽ ἐπὶ πήματι κεῖται.
ἔνθ᾽ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα:
τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ.
ἦν δὲ χαλκεῖον, καὶ δηλοῖ τὰς φύσας, τύπον δὲ τὸν ἄκμονά φησι καὶ τὰς σφύρας, πῆμα δὲ ἐπὶ πήματι τὸν σίδηρον ἐπὶ σιδήρῳ: πῆμα γὰρ εἴρηται διὰ τὸ ἐπὶ κακῷ τῶν ἀνθρώπων εὑρῆσθαι. [4]

κρεῖττον γὰρ εἶναι τελευτᾶν ζῶντας ἑαυτοὺς μετὰ τῶν συγγενῶν ἐφορᾶν ἄξια θανάτου πράττοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: