ὅτι Ἄδραστός τις Φρὺξ τὸν τοῦ βασιλέως Κροίσου τοῦ Λυδοῦ υἱὸν Ἄτυν καλούμενον πρὸς κυνηγίαν ἀκουσίως, ἐξακοντίσας κατὰ συός, πλήξας ἀπέκτεινε. καὶ ὁ μὲν καὶ ἀκουσίως ἀνῃρηκὼς οὐκ ἔφησεν ἑαυτὸν ἔτι ζῆν ἄξιον εἶναι: διὸ καὶ παρεκάλει τὸν βασιλέα μὴ φείσασθαι, τὴν ταχίστην δὲ ἐπικατασφάξαι τῷ τοῦ τετελευτηκότος τάφῳ. [2] ὁ δὲ Κροῖσος τὴν μὲν ἀρχὴν ὡς ἂν ἐπὶ φόνῳ τέκνου δι᾽ ὀργῆς εἶχε τὸν Ἄδραστον, ἀπειλῶν ζῶντα κατακαύσειν: ἐπεὶ δὲ αὐτὸν ἑώρα προθυμούμενον καὶ εἰς τὴν τοῦ τετελευτηκότος τιμὴν τὸ ζῆν ἐπιδιδόντα, τὸ τηνικαῦτα λήξας τῆς ὀργῆς ἀπέλυσε τῆς τιμωρίας τὸν ἀνελόντα, τὴν ἰδίαν τύχην, ἀλλ᾽ οὐ τὴν ἐκείνου προαίρεσιν αἰτιώμενος. ὁ δὲ Ἄδραστος οὐδὲν ἧττον κατ᾽ ἰδίαν ἐπὶ τὸν Ἄτυος τάφον πορευθεὶς ἑαυτὸν κατέσφαξεν.Const. Exc. 2 (1), pp. 219-220.