ὅτι τῶν
Κιρραίων πολιορκουμένων πολὺν ἤδη χρόνον διὰ τὸ τὸ χρηστήριον
ἐπιχειρεῖν συλᾶν, τινὲς μὲν τῶν Ἑλλήνων εἰς τὰς πατρίδας
ἐπανῆλθον, οἱ δὲ ἐπερωτήσαντες τὴν Πυθίαν ἔλαβον χρησμὸν
οὕτως,“
οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες,
πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης
κῦμα ποτικλύζῃ κελαδοῦν ἱερῇσιν ἐπ᾽ ἀκταῖς.
”Const. Exc. 4, p. 286.