previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

88.

οἱ δ᾽ Ἀθηναῖοι μετὰ τὴν ἧτταν Λυσικλέους μὲν τοῦ στρατηγοῦ θάνατον κατέγνωσαν Λυκούργου τοῦ ῥήτορος κατηγορήσαντος. οὗτος γὰρ τῶν τότε ῥητόρων μέγιστον ἔχων ἀξίωμα καὶ δώδεκα μὲν ἔτη τὰς προσόδους τῆς πόλεως διοικήσας ἐπαινουμένως, βίον δ᾽ ἐζηκὼς ἐπ᾽ ἀρετῇ περιβόητον πικρότατος ἦν ἐν τοῖς λόγοις κατήγορος. [2] γνοίη δ᾽ ἄν τις αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀξίαν καὶ πικρίαν ἐν οἷς τοῦ Λυσικλέους κατηγορῶν λέγει, Ἐστρατήγεις, Λύσικλες, καὶ χιλίων μὲν πολιτῶν τετελευτηκότων, δισχιλίων δ᾽ αἰχμαλώτων γεγονότων, τροπαίου δὲ κατὰ τῆς πόλεως ἑστηκότος, τῆς δ᾽ Ἑλλάδος ἁπάσης δουλευούσης, καὶ τούτων ἁπάντων γεγενημένων σοῦ ἡγουμένου καὶ στρατηγοῦντος τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν καὶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ὑπόμνημα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδι. [3]

ἴδιον δέ τι συνέβη γενέσθαι κατὰ τοὺς ὑποκειμένους χρόνους. καθ᾽ ὃν γὰρ καιρὸν περὶ τὴν Χαιρώνειαν ἐγένετο μάχη, ἑτέρα παράταξις συνέστη κατὰ τὴν Ἰταλίαν τῇ αὐτῇ ἡμέρᾳ καὶ ὥρᾳ διαπολεμούντων μὲν Ταραντίνων πρὸς Λευκανούς, συναγωνιζομένου δὲ τοῖς Ταραντίνοις Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως, ὅτε συνέβη καὶ αὐτὸν ἀναιρεθῆναι τὸν Ἀρχίδαμον. [4] οὗτος μὲν οὖν ἦρξε τῶν Λακεδαιμονίων ἔτη εἴκοσι τρία, τὴν δὲ βασιλείαν διαδεξάμενος υἱὸς Ἄγις ἦρξεν ἔτη ἐννέα. [5]

ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησε δυναστεύσας ἔτη πεντεκαίδεκα, τὴν δὲ τυραννίδα διαδεξάμενος ἀδελφὸς Διονύσιος ἦρξεν ἔτη δυσὶ πλείω τῶν τριάκοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: