μετὰ δὲ ταῦθ᾽ ὁ μὲν τῶν Περσῶν βασιλεὺς ἐκ τῆς Βαβυλῶνος τὴν ἀνάζευξιν ποιησάμενος μετὰ τῆς δυνάμεως προῆγεν ἐπὶ τὴν Φοινίκην: ὁ δὲ τῆς Σιδῶνος δυνάστης Τέννης πυνθανόμενος τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως καὶ νομίσας τοὺς ἀφεστηκότας οὐκ ἀξιομάχους εἶναι τὴν σωτηρίαν ἰδίᾳ πορίζειν ἔκρινεν. [2] διόπερ τῶν ἑαυτοῦ θεραπόντων τὸν πιστότατον Θετταλίωνα λάθρᾳ τῶν Σιδωνίων ἐξέπεμψε πρὸς τὸν Ἀρταξέρξην ἐπαγγελλόμενος αὐτῷ τὴν μὲν Σιδῶνα παραδώσειν, τὴν δ᾽ Αἴγυπτον συνεκπολεμήσειν, μεγάλα δ᾽ αὐτῷ συνεργήσειν ἔμπειρον ὄντα τῶν κατὰ τὴν Αἴγυπτον τόπων καὶ τὰς κατὰ τὸν Νεῖλον ἀποβάσεις ἀκριβῶς εἰδότα. [3] ὁ δὲ βασιλεὺς ἀκούσας τοῦ Θετταλίωνος τὰ κατὰ μέρος ἥσθη διαφερόντως καὶ τῶν μὲν κατὰ τὴν ἀπόστασιν ἐγκλημάτων ἀπολύσειν ἔφη τὸν Τέννην, πράξαντος δ᾽ αὐτοῦ τὰ καθωμολογημένα μεγάλας δωρεὰς δώσειν ἐπηγγείλατο. εἰπόντος δὲ τοῦ Θετταλίωνος ὡς καὶ δεξιὰν λαβεῖν ὁ Τέννης ἠξίωσεν, ἐπὶ τούτοις ὁ μὲν βασιλεὺς ὀργισθεὶς ὡς οὐ πιστευόμενος παρέδωκε τὸν Θετταλίωνα τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀφελεῖν τὴν κεφαλήν: [4] ἐπεὶ δ᾽ ἀπαγόμενος ὁ Θετταλίων ἐπὶ τὴν τιμωρίαν τοσοῦτον εἶπεν ὅτι Σὺ μέν, ὦ βασιλεῦ, πράξεις ὃ θέλεις, ὁ μέντοι Τέννης δυνάμενος ἅπαντα καταπρᾶξαι διὰ τὸ μὴ δοῦναί σε τὴν πίστιν οὐδὲν μὴ συντελέσει τῶν ἐπηγγελμένων, πάλιν ἀκούσας τούτων μετενόησε καὶ μετακαλεσάμενος τοὺς ὑπηρέτας ἀφεῖναι προσέταξε καὶ τὴν δεξιὰν ἔδωκε τῷ Θετταλίωνι: ἔστι δ᾽ ἡ πίστις αὕτη βεβαιοτάτη παρὰ τοῖς Πέρσαις. οὗτος μὲν οὖν παρελθὼν εἰς Σιδῶνα τὰ πεπραγμένα τῷ Τέννῃ λάθρᾳ τῶν Σιδωνίων ἀπήγγειλεν,