previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀριστοδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Σολπίκιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δ᾽ ἤχθη ἑβδόμη πρὸς ταῖς ἑκατόν, καθ᾽ ἣν ἐνίκα στάδιον Μικρίνας Ταραντῖνος. ἐπὶ δὲ τούτων Φάυλλος μὲν Φωκέων στρατηγὸς μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτήν τε καὶ ἧτταν προσανέλαβε τὰ τῶν Φωκέων πράγματα τεταπεινωμένα διά τε τὴν ἧτταν καὶ τὴν φθορὰν τῶν στρατιωτῶν. [2] ἔχων γὰρ χρημάτων πλῆθος ἀνέκλειπτον πολλοὺς μὲν μισθοφόρους ἤθροισεν, οὐκ ὀλίγους δὲ συμμάχους ἔπεισε συνεπιλαβέσθαι τοῦ πολέμου. τῇ γὰρ ἀφθονίᾳ τῶν χρημάτων ἀνέδην χρώμενος οὐ μόνον ἰδιώτας πολλοὺς ἔσχε προθύμους συναγωνιστάς, ἀλλὰ καὶ πόλεις τὰ σἐπιφανεστάτας ἐπεσπάσατο πρὸς τὴν κοινοπραγίαν. [3] Λακεδαιμόνιοι μὲν γὰρ ἀπέστειλαν αὐτῷ στρατιώτας χιλίους, Ἀχαιοὶ δὲ δισχιλίους, Ἀθηναῖοι δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ναυσικλῆς. οἱ δὲ τῶν Φεραίων τύραννοι Λυκόφρων καὶ Πειθόλαος μετὰ τὴν Ὀνομάρχου τελευτὴν ἔρημοι συμμάχων ὄντες τὰς μὲν Φερὰς παρέδοσαν τῷ Φιλίππῳ, αὐτοὶ δ᾽ ὑπόσπονδοι γενόμενοι συνήγαγον τοὺς μισθοφόρους ὄντας δισχιλίους καὶ μετὰ τούτων φυγόντες πρὸς Φάυλλον συνεμάχουν τοῖς Φωκεῦσιν. [4] ἐβοήθησαν δὲ καὶ τῶν ἐλαττόνων πόλεων οὐκ ὀλίγαι τοῖς Φωκεῦσι διὰ τὸ πλῆθος τῶν διαδιδομένων χρημάτων: γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλούμενος ἠνάγκασεν αὐτομολεῖν πρὸς τὴν ἐκ τοῦ κέρδους λυσιτέλειαν. [5] δ᾽ οὖν Φάυλλος μετὰ τῆς δυνάμεως ἐστράτευσεν εἰς τὴν Βοιωτίαν καὶ περὶ πόλιν Ὀρχομενὸν ἡττηθεὶς μάχῃ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν. μετὰ δὲ ταῦτα ἄλλης γενομένης μάχης παρὰ τὸν Κηφισὸν ποταμὸν ἐνίκησαν πάλιν Βοιωτοὶ καὶ ἀνεῖλον τῶν πολεμίων ὑπὲρ τοὺς πεντακοσίους, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν τετρακοσίων. [6] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις γενομένης μάχης περὶ Κορώνειαν ἐνίκησαν οἱ Βοιωτοὶ καὶ πεντήκοντα μὲν ἀνεῖλον τῶν Φωκέων, ἑκατὸν δὲ καὶ τριάκοντα ἐζώγρησαν. ἡμεῖς δὲ τὰ περὶ Βοιωτοὺς καὶ Φωκεῖς διεληλυθότες ἐπάνιμεν ἐπὶ τὸν Φίλιππον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: