previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

72. ἐπιζητουμένης δὲ τῆς αἰτίας, πῶς τοιοῦτος ἀνὴρ ἰδιώτης ὢν ἐστρατεύετο μετὰ τῶν εἰς Θετταλίαν ἀποσταλέντων, ἀποδοτέον τὸν οἰκεῖον λόγον τῆς ἀπολογίας. τῇ μάχῃ τῇ περὶ Κόρινθον Ἐπαμεινώνδας διακόψας τὴν ἐπὶ τοῦ προτειχίσματος φυλακὴν τῶν Λακεδαιμονίων, καὶ δυνάμενος πολλοὺς ἀνελεῖν τῶν πολεμίων, ἠρκέσθη τῷ προτερήματι καὶ τῆς ἐπὶ πλεῖον μάχης ἀπέστη. [2] γενομένης δὲ περὶ αὐτὸν ἱκανῆς ὑποψίας ὡς πεφεισμένου τῶν Λακεδαιμονίων ἰδίας ἕνεκα χάριτος, οἱ φθονοῦντες αὐτοῦ τῇ δόξῃ καιρὸν ἔλαβον εὐλόγου διαβολῆς. ἐπενεγκάντων οὖν αὐτῷ προδοσίας ἔγκλημα, τὸ πλῆθος παροξυνθὲν ἀπέστησεν αὐτὸν τῆς βοιωταρχίας, καὶ ἰδιώτην ποιῆσαν ἐξαπέστειλε μετὰ τῶν ἄλλων. ὡς δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐξήλειψε τὰς καθ᾽ ἑαυτοῦ διαβολάς, τότε δῆμος ἀποκατέστησεν αὐτὸν εἰς τὴν προγεγενημένην εὐδοξίαν. [3] μετ᾽ ὀλίγον δὲ χρόνον Λακεδαιμονίοις πρὸς Ἀρκάδας ἐγένετο μεγάλη μάχη, ἐν ἐνίκησαν Λακεδαιμόνιοι ἐπιφανῶς. μετὰ γὰρ τὴν ἐν Λεύκτροις ἧτταν τοῦτο πρῶτον αὐτοῖς παράδοξον εὐτύχημα ἐγένετο: ἔπεσον γὰρ Ἀρκάδων μὲν ὑπὲρ τοὺς μυρίους, Λακεδαιμονίων δ᾽ οὐδείς. προεῖπον δ᾽ αὐτοῖς αἱ Δωδωνίδες ἱέρειαι, διότι πόλεμος οὗτος Λακεδαιμονίοις ἄδακρυς ἔσται. [4] μετὰ δὲ τὴν μάχην οἱ Ἀρκάδες, φοβηθέντες τὰς τῶν Λακεδαιμονίων εἰσβολάς, ἔκτισαν ἐπί τινος ἐπικαίρου τόπου τὴν ὀνομαζομένην Μεγάλην πόλιν, συρρίψαντες εἰς αὐτὴν κώμας εἴκοσι τῶν ὀνομαζομένων Μαιναλίων καὶ Παρρασίων Ἀρκάδων. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: