previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

57.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Δυσνίκητος, ἐν Ῥώμῃ δὲ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Κόιντος Σερουίλιος καὶ Λεύκιος Φούριος, ἔτι δὲ Γάιος Λικίνιος καὶ Πόπλιος Κοίλιος. ἐπὶ δὲ τούτων Θηβαῖοι μεγάλῃ δυνάμει στρατεύσαντες ἐπ᾽ Ὀρχομενὸν ἐπεβάλοντο μὲν ἐξανδραποδίσασθαι τὴν πόλιν, Ἐπαμεινώνδου δὲ συμβουλεύσαντος ὅτι τὰ διὰ τῆς ἀνδρείας κατεργασθέντα τῇ φιλανθρωπίᾳ δεῖ διαφυλάττειν τοὺς τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὀρεγομένους, μετέγνωσαν. διόπερ τοὺς μὲν Ὀρχομενίους εἰς τὴν τῶν συμμάχων χώραν κατέταξαν,μετὰ δὲ ταῦτα Φωκεῖς καὶ Αἰτωλοὺς καὶ Λοκροὺς φίλους ποιησάμενοι τὴν εἰς Βοιωτίαν ἐπάνοδον ἐποιήσαντο. [2] Ἰάσων δὲ Φερῶν τύραννος ἀεὶ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Λοκρίδα, καὶ τὴν μὲν Ἡράκλειαν τὴν ἐν Τραχινίᾳ διὰ προδοσίας ἑλὼν ἀνάστατον ἐποίησε, καὶ τὴν χώραν Οἰταίοις καὶ Μηλιεῦσιν ἐδωρήσατο: μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περραιβίαν ἀναζεύξας τῶν πόλεων τὰς μὲν λόγοις φιλανθρώποις προσηγάγετο, τὰς δὲ διὰ τῆς βίας ἐχειρώσατο. ταχὺ δὲ τῆς δυναστείας αὐτοῦ στερεουμένης, οἱ τὴν Θετταλίαν οἰκοῦντες ὑφεωρῶντο τὴν αὔξησιν αὐτοῦ καὶ τὴν πλεονεξίαν. [3]

ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ πόλει τῶν Ἀργείων ἐγένετο στάσις καὶ φόνος τοσοῦτος, ὅσος παρ᾽ ἑτέροις τῶν Ἑλλήνων οὐδέποτε γεγονέναι μνημονεύεται. ἐκλήθη δὲ νεωτερισμὸς οὗτος παρὰ τοῖς Ἕλλησι σκυταλισμός, διὰ τὸν τρόπον τοῦ θανάτου ταύτης τυχὼν τῆς προσηγορίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: