τούτων δὲ πραχθέντων Ἀρκάδες καὶ Ἀργεῖοι καὶ Ἠλεῖοι συμφρονήσαντες ἔγνωσαν στρατεύειν ἐπὶ τοὺς Λακεδαιμονίους, καὶ πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν αὐτοὺς κοινωνεῖν τοῦ πολέμου. οἱ δ᾽ Ἐπαμεινώνδαν καταστήσαντες ἡγεμόνα μετ᾽ ἄλλων βοιωταρχῶν, ἐξέπεμψαν στρατιώτας πεζοὺς μὲν ἑπτακισχιλίους, ἱππεῖς δ᾽ ἑξακοσίους. Ἀθηναῖοι δὲ πυθόμενοι τὴν Βοιωτῶν στρατιὰν παριοῦσαν εἰς τὴν Πελοπόννησον, ἐξέπεμψαν δύναμιν καὶ στρατηγὸν ἐπ᾽ αὐτῆς Χαβρίαν. [2] οὗτος δὲ παρελθὼν εἰς Κόρινθον, καὶ προσλαβόμενος καὶ παρὰ Μεγαρέων καὶ Πελληνέων, ἔτι δὲ Κορινθίων στρατιώτας, στρατόπεδον συνεστήσατο ἀνδρῶν μυρίων: μετὰ δὲ ταῦτα Λακεδαιμονίων καὶ τῶν ἄλλων συμμάχων παραγενομένων εἰς Κόρινθον συνήχθησαν οἱ σύμπαντες οὐκ ἐλάττους δισμυρίων. [3] ἔδοξεν οὖν αὐτοῖς ὀχυρώσασθαι τὰς παρόδους καὶ διακωλύειν τοὺς Βοιωτοὺς τῆς εἰς Πελοπόννησον εἰσβολῆς. ἀρξάμενοι δ᾽ ἀπὸ Κεγχρεῶν μέχρι Λεχαίου σταυρώμασι καὶ βαθείαις τάφροις διελάμβανον τὸν τόπον: ταχὺ δὲ τῶν ἔργων συντελουμένων διά τε τὴν πολυχειρίαν καὶ τὰς προθυμίας τῶν ἀνδρῶν, ἔφθασαν τοὺς Βοιωτοὺς πάντα τόπον ὀχυρώσαντες. [4] ὁ δ᾽ Ἐπαμεινώνδας ἥκων μετὰ τῆς δυνάμεως ἐπεσκέψατο, καὶ κατανοήσας εὐεφοδώτατον εἶναι τόπον καθ᾽ ὃν οἱ Λακεδαιμόνιοι παρεφύλαττον, τὸ μὲν πρῶτον προεκαλεῖτο τοὺς πολεμίους εἰς παράταξιν, σχεδὸν τριπλασίους ὄντας τοῖς πλήθεσιν, οὐδενὸς δὲ τολμῶντος ἐκτὸς τοῦ τειχίσματος προελθεῖν, ἀλλ᾽ ἀπὸ τοῦ χαρακώματος ἀμυνομένων ἁπάντων, προσῆγε τὴν βίαν τοῖς πολεμίοις. [5] κατὰ πάντα μὲν οὖν τὸν τόπον ἐγίνοντο προσβολαὶ καρτεραί, μάλιστα δὲ κατὰ Λακεδαιμονίους, εὐεφόδων ὄντων καὶ δυσφυλάκτων τῶν τόπων. μεγάλης δὲ φιλοτιμίας γενομένης παρ᾽ ἀμφοτέροις, Ἐπαμεινώνδας ἔχων μεθ᾽ ἑαυτοῦ τοὺς ἀρίστους τῶν Θηβαίων μόγις ἐβιάσατο τοὺς Λακεδαιμονίους: διακόψας δὲ τὴν φυλακὴν αὐτῶν καὶ τὴν δύναμιν διαγαγὼν παρῆλθεν εἰς τὴν Πελοπόννησον, διαπραξάμενος ἔργον οὐδὲν τῶν προκατειργασμένων καταδεέστερον.