πολλὰ δ᾽ ἔχων καὶ ἄλλ᾽ ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶν διαπεπραγμένα καὶ ἅ εἰσιν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι, ἐπειδὴ δ᾽ ἔξω τοῦ πράγματος νομίζετ᾽ εἶναι, ἐάσω. ἀναμνήσθητε δ᾽ ἐκείνων καὶ θεάσασθε, ὡς πολλὰ καὶ δίκαι᾽ ἔχων πρὸς ὑμᾶς ἥκω. ὥσπερ γὰρ τοὺς θεσμοθέτας ἀνακρίνετε, ἐγὼ τὸν αὐτὸν τρόπον ἐμαυτὸν ὑμῖν ἀνακρινῶ.