Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
μετὰ δὲ ταῦτα χρόνῳ ὕστερον παιδίων αὐτῇ δυοῖν ἤδη γεγενημένων, καὶ τοῦ μὲν πατρὸς στρατευομένου καὶ ἀποδημοῦντος μετὰ Θρασυβούλου, αὐτὴ δ᾽ οὖσ᾽ ἐν ἀπορίαις ἠναγκάσθη τὸν Κλεινίαν τὸν τοῦ Κλειδίκου τιτθεῦσαι, τῷ μὲν εἰς ἔμ᾽ ἥκοντι κινδύνῳ νῦν μὰ τὸν Δι᾽ οὐχὶ συμφέρον πρᾶγμα ποιήσασα (ἀπὸ γὰρ ταύτης τῆς τιτθείας ἅπασ᾽ ἡ περὶ ἡμᾶς γέγονεν βλασφημία), τῇ μέντοι ὑπαρχούσῃ πενίᾳ ἴσως καὶ ἀναγκαῖα καὶ ἁρμόττοντα ποιοῦσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.