τούτων μὲν τοίνυν ἀκηκόατε μαρτυρούντων καὶ διομνυμένων: τὸν δὲ καὶ ὁμομήτριον καὶ κατ᾽ ἀμφότερ᾽ ἡμῖν συγγενῆ καλῶ, καὶ τοὺς υἱεῖς αὐτοῦ. τῷ γὰρ Τιμοκράτει τῷ τῆς μητρὸς ἀδελφῷ τῆς ἐμῆς τῷ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ γίγνεται Εὐξίθεος, τοῦ δ᾽ Εὐξιθέου τρεῖς υἱεῖς: οὗτοι πάντες ζῶσιν. καί μοι κάλει τοὺς ἐπιδημοῦντας αὐτῶν.“Μάρτυρες”