ἔτι τοίνυν παίδων αὐτῷ τεττάρων γενομένων ὁμομητρίων ἐμοὶ καὶ τελευτησάντων, ἔθαψε τούτους εἰς τὰ πατρῷα μνήματα, ὧν ὅσοιπέρ εἰσιν τοῦ γένους κοινωνοῦσιν: καὶ τούτων οὐδεὶς οὐκ ἀπεῖπεν πώποτε, οὐκ ἐκώλυσεν, οὐ δίκην ἔλαχεν. καίτοι τίς ἔστιν ὅστις ἂν εἰς τὰ πατρῷα μνήματα τοὺς μηδὲν ἐν γένει τιθέναι ἐάσαι; ὡς τοίνυν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν.“Μαρτυρία”