ὅτι μὲν οὐ συκοφαντῶν, ἀλλ᾽ ἀδικούμενος καὶ ὑβριζόμενος ὑπὸ τούτων καὶ οἰόμενος δεῖν τιμωρεῖσθαι τὴν ἀπογραφὴν ἐποιησάμην, μέγιστον ὑμῖν ἔστω τεκμήριον, ὦ ἄνδρες δικασταί, τό τε μέγεθος τῆς ἀπογραφῆς, καὶ ὅτι αὐτὸς ἐγὼ ἀπέγραψα. οὐ γὰρ δήπου συκοφαντεῖν γε βουλόμενος ἀπέγραψα μὲν ἂν πένθ᾽ ἡμιμναίων ἄξια ἀνδράποδα, ὡς αὐτὸς ὁ ἀμφισβητῶν τετίμηται αὐτά, ἐκινδύνευον δ᾽ ἂν περί τε χιλίων δραχμῶν καὶ τοῦ μηδέποτε μηδένα αὖθις ὑπὲρ ἐμαυτοῦ γράψασθαι: