Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
book 1book 2book 3book 4book 5book 6book 7book 8book 9book 10book 11book 12book 13book 14book 15book 16book 17book 18book 19book 20book 21book 22book 23book 24book 25book 26book 27book 28book 29book 30-35
Fragments of uncertain reference
book 36book 37book 38book 39book 40book 41book 42book 48book 44book 45book 46book 46book 48book 49book 50book 51book 52book 53book 54book 55book 56book 57frbook 57book 58book 59book 60
Epitome
of book 61
book 61bbook 62book 62bbook 63book 64bbook 64book 65book 66book 67book 68book 69book 70book 12book 72book 73book 74book 75book 76book 77book 78book 79book 80book 80b
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35
This text is part of:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
2. οὕτω καὶ ἐς τὸ τοῦ Καίσαρος γένος ἦγε. ταῦτά
τε οὖν ἀλλήλοις ἀντενεκάλουν καί πῃ καὶ ἀνταπελογοῦντο,
τὰ μὲν ἰδίᾳ σφίσιν ἐπιστέλλοντες,
τὰ δὲ καὶ ἐν τῷ κοινῷ λέγων μὲν ὁ Καῖσαρ γράφων
δὲ ὁ Ἀντώνιος: πρέσβεις τε ἐπὶ τῇ προφάσει
ταύτῃ συνεχῶς ἀνταπέστελλον, 1 ὅπως ὅτι μάλιστα
τά τε ἐγκλήματα δικαιότατα ποιεῖσθαι δόξωσι
[2]
καὶ τὰ ἀλλήλων ἅμα κατασκοπῶσι: κἀν τούτῳ
καὶ χρήματα ὡς καὶ ἐπ᾽ ἄλλο τι ἤθροιζον, καὶ τὴν
λοιπὴν τοῦ πολέμου παρασκευὴν ὡς καὶ ἐφ᾽
[p. 438]
ἑτέρους τινὰς ἐποιοῦντο, μέχρις οὗ ὅ τε Δομίτιος
ὁ Γναῖος καὶ ὁ Σόσσιος ὁ Γάϊος, ἀμφότεροι τῆς
τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε
γὰρ οὐδὲν ἔτ᾽ ἐπεκρύψαντο, ἀλλ᾽ ἄντικρυς ἐπολεμώθησαν.
ἐπράχθη δὲ ὧδε.
[3]
ὁ μὲν Δομίτιος οὐδὲν φανερῶς, ὥς γε καὶ
συμφορῶν πολλῶν πεπειραμένος, ἐνεόχμωσεν:
ὁ δὲ δὴ Σόσσιος, οἷα κακῶν ἄπειρος ὤν, πολλὰ
μὲν τὸν Ἀντώνιον ἐν αὐτῇ εὐθὺς τῇ νουμηνίᾳ
ἐπῄνεσε, πολλὰ δὲ καὶ τὸν Καίσαρα κατέδραμε.
κἂν παραχρῆμα ἐπ᾽ αὐτῷ τι ἐχρημάτισεν, εἰ μὴ
[4]
Νώνιος Βάλβος δημαρχῶν ἐκώλυσεν. ὁ γὰρ
Καῖσαρ ὑποτοπήσας τὸ μέλλον ὑπ᾽ αὐτοῦ γενήσεσθαι,
καὶ μήτε περιιδεῖν αὐτὸ μήτ᾽ αὖ ἐναντιωθεὶς
προκατάρχειν τοῦ πολέμου δόξαι ἐθελήσας,
τότε μὲν οὔτε ἐς τὸ βουλευτήριον ἐσῆλθεν οὔθ᾽
ὅλως ἐν τῇ πόλει διῃτήθη, ἀλλά τινα αἰτίαν
πλασάμενος ἐξεδήμησε, διά τε ταῦτα καὶ ἵνα κατὰ
σχολὴν πρὸς τὰ ἀγγελθέντα οἱ βουλευσάμενος
[5]
τὸ δέον ἐκ πλείονος λογισμοῦ πράξῃ: ὕστερον δὲ
ἐπανελθὼν τήν τε γερουσίαν ἤθροισε φρουρὰν
τῶν τε στρατιωτῶν καὶ τῶν φίλων ἐγχειρίδια
κρύφα ἐχόντων περιβαλόμενος, 2 καὶ ἐν μέσῳ τῶν
ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἱζήσας, πολλὰ μὲν
αὐτόθεν ἐκ τῆς ἕδρας καὶ μέτρια ὑπὲρ ἑαυτοῦ
διελέχθη, πολλὰ δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Ἀντωνίου
[6]
κατηγόρησεν. ἐπειδή τε οὔτε ἄλλος τις
οὔτ᾽ 3 αὐτῶν τῶν ὑπάτων οὐδέτερος φθέγξασθαί
τι ἐτόλμησεν, ἐκέλευσέ σφας ἐν ῥητῇ ἡμέρᾳ αὖθις
συνελθεῖν ὡς καὶ διὰ γραμμάτων τινῶν ἀδικοῦντα
[p. 440]
τὸν Ἀντώνιον ἐξελέγξων. οἱ οὖν ὕπατοι μήτ᾽
ἀντειπεῖν αὐτῷ θαρσοῦντες μήτε σιωπῆσαι ὑπομένοντες
τῆς τε πόλεως λάθρᾳ προεξεχώρησαν
καὶ μετὰ τοῦτο πρὸς τὸν Ἀντώνιον ἀπῆλθον, καί
σφισι καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι
[7]
συνεφέσποντο. μαθὼν δὲ τοῦτο ὁ Καῖσαρ ἑκών
τε αὐτοὺς ἐκπεπομφέναι ἔφασκεν, ἵνα μὴ καὶ ὡς
ἀδικῶν τι ἐγκαταλελεῖφθαι ὑπ᾽ αὐτῶν δοκῇ, καὶ
ἐπιτρέπειν καὶ τοῖς ἄλλοις τοῖς ἐθέλουσι 4 πρὸς
τὸν Ἀντώνιον μετὰ ἀδείας ἀπᾶραι.
Dio's Roman History. Cassius Dio Cocceianus. Earnest Cary. Herbert Baldwin Foster. William Heinemann, Harvard University Press. London; New York. 1914-. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (6 total)
- Cross-references in general dictionaries to this page
(6):
- LSJ, ἀνταπο-λογέομαι
- LSJ, ἀνταπο-στέλλω
- LSJ, ἵζω
- LSJ, κατατρέχω
- LSJ, προεκ-χωρέω
- LSJ, προκατ-άρχω
load
Vocabulary Tool
hide
Search
hide
Display Preferences