previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοὺς δὲ Ἀβοριγῖνας, ἀφ᾽ ὧν ἄρχει Ῥωμαίοις τὸ γένος, οἱ μὲν αὐτόχθονας Ἰταλίας, γένος αὐτὸ καθ᾽ ἑαυτὸ γενόμενον ἀποφαίνουσιν: Ἰταλίαν δὲ καλῶ τὴν ἀκτὴν σύμπασαν, ὅσην Ἰόνιός τε κόλπος καὶ Τυρρηνικὴ θάλασσα καὶ τρίται περιέχουσιν ἐκ γῆς Ἄλπεις. καὶ τὴν ὀνομασίαν αὐτοῖς τὴν πρώτην φασὶ τεθῆναι [p. 16] διὰ τὸ γενέσεως τοῖς μετ᾽ αὐτοὺς ἄρξαι, ὥσπερ ἂν ἡμεῖς εἴποιμεν γενεάρχας πρωτογόνους. [2] ἕτεροι δὲ λέγουσιν ἀνεστίους τινὰς καὶ πλάνητας ἐκ πολλῶν συνελθόντας χωρίων κατὰ δαίμονα περιτυχεῖν ἀλλήλοις αὐτόθι καὶ τὴν οἴκησιν ἐπὶ τοῖς ἐρύμασι καταστήσασθαι, ζῆν δὲ ἀπὸ λῃστείας καὶ νομῆς. παραλλάττουσι δὲ καὶ τὴν ὀνομασίαν αὐτῶν ἐπὶ τὸ ταῖς τύχαις οἰκειότερον, Ἀβερριγῖνας λέγοντες, ὥστε δηλοῦσθαι αὐτοὺς πλάνητας. κινδυνεύει δὴ κατὰ τούτους μηδὲν διαφέρειν τὸ τῶν Ἀβοριγίνων φῦλον ὧν ἐκάλουν οἱ παλαιοὶ Λελέγων: τοῖς γὰρ ἀνεστίοις καὶ μιγάσι καὶ μηδεμίαν γῆν βεβαίως ὡς πατρίδα κατοικοῦσι ταύτην ἐπετίθεντο τὴν ὀνομασίαν ὡς τὰ [3] πολλά. ἄλλοι δὲ Λιγύων ἀποίκους μυθολογοῦσιν αὐτοὺς γενέσθαι τῶν ὁμορούντων Ὀμβρικοῖς: οἱ γὰρ Λίγυες οἰκοῦσι μὲν καὶ τῆς Ἰταλίας πολλαχῇ, νέμονται δέ τινα καὶ τῆς Κελτικῆς. ὁποτέρα δ᾽ αὐτοῖς ἐστι γῆ πατρίς, ἄδηλον: οὐ γὰρ ἔτι λέγεται περὶ αὐτῶν προσωτέρω σαφὲς οὐδέν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: