Λυκῖνος
ἢ οὖν οὐχὶ καὶ ὀρθῶς τις φαίη τὴν σκιὰν
ὑμᾶς θηρεύειν ἐάσαντας τὸ σῶμα ἢ τοῦ ὄφεως τὸ σύφαρ
ἀμελήσαντας τοῦ ὁλκοῦ, μᾶλλον δὲ τὸ ὅμοιον ποιεῖν ὥσπερ
εἴ τις ἐς ὅλμον ὕδωρ ἐκχέας ὑπέρῳ σιδηρῷ πτίττοι
πράττειν ἀναγκαῖόν τι καὶ προὔργου οἰόμενος, οὐκ εἰδὼς
ὅτι ἂν ἀποβάλῃ, φασί, τοὺς ὤμους πτίττων, ὕδωρ ὁμοίως
τὸ ὕδωρ μένει;