previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

53.

μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχε Χάρης, ἐν Ῥώμῃ δὲ ὕπατοι καθειστήκεσαν Τίτος Μινούνιος καὶ Γάιος Ὁράτιος Πολύειδος, ἤχθη δὲ παρ᾽ Ἠλείοις Ὀλυμπιὰς ἑβδομηκοστὴ καὶ ἑβδόμη, καθ᾽ ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Σικελίαν Θήρων Ἀκραγαντίνων δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη δέκα καὶ ἕξ, τὴν δὲ ἀρχὴν διεδέξατο Θρασυδαῖος υἱός. [2] μὲν οὖν Θήρων τὴν ἀρχὴν ἐπιεικῶς διῳκηκώς, καὶ ζῶν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις καὶ τελευτήσας ἡρωικῶν ἔτυχε τιμῶν, δὲ υἱὸς αὐτοῦ καὶ ζῶντος ἔτι τοῦ πατρὸς βίαιος ἦν καὶ φονικὸς καὶ τελευτήσαντος ἦρχε τῆς πατρίδος παρανόμως καὶ τυραννικῶς. [3] διὸ καὶ ταχέως ἀπιστηθεὶς ὑπὸ τῶν ὑποτεταγμένων διετέλεσεν ἐπιβουλευόμενος καὶ βίον ἔχων μισούμενον: ὅθεν ταχέως τῆς ἰδίας παρανομίας οἰκείαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. μετὰ γὰρ τὴν τοῦ πατρὸς Θήρωνος τελευτὴν πολλοὺς μισθοφόρους ἀθροίσας καὶ τῶν Ἀκραγαντίνων καὶ Ἱμεραίων προσκαταλέξας, τοὺς ἅπαντας ἤθροισεν ὑπὲρ τοὺς δισμυρίους ἱππεῖς καὶ πεζούς. [4] μετὰ δὲ τούτων μέλλοντος αὐτοῦ πολεμεῖν τοῖς Συρακοσίοις, Ἱέρων βασιλεὺς παρασκευασάμενος δύναμιν ἀξιόλογον ἐστράτευσεν ἐπὶ τὸν Ἀκράγαντα. γενομένης δὲ μάχης ἰσχυρᾶς πλεῖστοι παραταξαμένων Ἑλλήνων πρὸς Ἕλληνας ἔπεσον. [5] τῇ μὲν οὖν μάχῃ ἐπροτέρησαν οἱ Συρακόσιοι, κατεκόπησαν δὲ τῶν μὲν Συρακοσίων εἰς δισχιλίους, τῶν δὲ ἄλλων ὑπὲρ τοὺς τετρακισχιλίους. μετὰ δὲ ταῦτα Θρασυδαῖος μὲν ταπεινωθεὶς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, καὶ φυγὼν εἰς Μεγαρεῖς τοὺς Νισαίους καλουμένους, ἐκεῖ θανάτου καταγνωσθεὶς ἐτελεύτησεν: οἱ δ᾽ Ἀκραγαντῖνοι κομισάμενοι τὴν δημοκρατίαν, διαπρεσβευσάμενοι πρὸς Ἱέρωνα τῆς εἰρήνης ἔτυχον. [6] κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις πρὸς Οὐηιεντανοὺς ἐνστάντος πολέμου μεγάλη μάχη συνέστη περὶ τὴν ὀνομαζομένην Κρεμέραν. τῶν δὲ Ῥωμαίων ἡττηθέντων συνέβη πολλοὺς αὐτῶν πεσεῖν, ὧν φασί τινες τῶν συγγραφέων καὶ τοὺς Φαβίους τοὺς τριακοσίους, συγγενεῖς ἀλλήλων ὄντας καὶ διὰ τοῦτο μιᾷ περιειλημμένους προσηγορίᾳ. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: