Isthmian 4
ΜΕΛΙΣΣΩι ΘΗΒΑΙΩι
ΠΑΓΚΡΑΤΙΩι
ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος:
ὦ Μέλισσ᾽, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν:
αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
5σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ᾽ ἀλλοῖος οὖρος
[10] πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
πρόξενοί τ᾽ ἀμφικτιόνων κελαδεννᾶς τ᾽ ὀρφανοὶ
ὕβριος: ὅσσα δ᾽ ἐπ᾽ ἀνθρώπους ἄηται
10μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος: ἀνορέαις δ᾽ ἐσχάταισιν
[20] οἴκοθεν στάλαισιν ἅπτονθ᾽ Ἡρακλείαις:
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
ἱπποτρόφοι τ᾽ ἐγένοντο,
15χαλκέῳ τ᾽ Ἄρει ἅδον.
ἀλλ᾽ ἁμέρᾳ γὰρ ἐν μιᾷ
τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν:
νῦν δ᾽ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
[30] χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις
δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
20καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
[40] εὐκλέων ἔργων: ἐν ὕπνῳ γὰρ πέσεν: ἀλλ᾽ ἀνεγειρομένα χρῶτα λάμπει,
Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις:
25ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
ἔν τ᾽ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
τοιάδε τῶν τότ᾽ ἐόντων φύλλ᾽ ἀοιδᾶν.
οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
[50] καμπύλον δίφρον, Πανελλάνεσσι δ᾽ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
30τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,
ἔστιν δ᾽ ἀφάνεια τύχας καὶ μαρναμένων,
πρὶν τέλος ἄκρον ἱκέσθαι:
τῶν τε γὰρ καὶ τῶν διδοῖ:
καὶ κρέσσον᾽ ἀνδρῶν χειρόνων
35 [59] ἔσφαλε τέχνα καταμάρψαισ᾽. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδ᾽ ἔβαν.
ἀλλ᾽ Ὅμηρός τοι τετίμακεν δι᾽ ἀνθρώπων, ὃς αὐτοῦ
πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
40τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
[70] εἴ τις εὖ εἴπῃ τι: καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ᾽ ἐπάξιον,
45ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
[80] ἐν πόνῳ, μῆτιν δ᾽ ἀλώπηξ, αἰετοῦ ἅ τ᾽ ἀναπιτναμένα ῥόμβον ἴσχει.
χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν:
50ἀλλ᾽ ὀνοτὸς μὲν ἰδέσθαι,
συμπεσεῖν δ᾽ ἀκμᾷ βαρύς.
καίτοι πότ᾽ Ἀνταίου δόμους
[90] Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ᾽ ἄκαμπτος, προσπαλαίσων ἦλθ᾽ ἀνὴρ
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
55υἱὸς Ἀλκμήνας: ὃς Οὐλυμπόνδ᾽ ἔβα, γαίας τε πάσας
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
νῦν δὲ παρ᾽ Αἰγιόχῳ κάλλιστον ὄλβον
[100] ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ᾽ ὀπυίει,
60χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς:
65 [110] τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει
αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ,
καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ᾽ ἀέθλων
γίνεται, ἰσχύος ἔργον.
ἔνθα λευκωθεὶς κάρα
70μύρτοις ὅδ᾽ ἀνὴρ διπλόαν
[120] νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.