τάριχος ἀντακαῖον εἴ τις βούλετ᾽ ἢκαὶ ἐν Παρασίτῳ ῾ib. 87':'
Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
εὐφροσύναις ὀσμαῖσι χαίρει.
τάριχος ἀντακαῖον ἐν μέσῳΝικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ ῾II 220 K':'
πῖον, ὁλόλευκον, θερμόν.
Βυζάντιόν <τε> τέμαχος ἐπιβακχευσάτω,καὶ προελθών:
Γαδειρικόν θ᾽ ὑπογάστριον παρεισίτω
ἀλλ᾽ ἐπριάμην παρ᾽ ἀνδρός, ὦ γῆ καὶ θεοί,ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη: ‘μήποτ᾽ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ᾽ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ᾽ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν σιλούρων.' καὶ ὁ Πλούταρχος ‘ὁ μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, <οὗ> ὁ καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται ῾p. 117 a';᾽ ἀλλ᾽ ὅμως ὠνόμασεν ἡμίνηρον ὁ Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως:
ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα:
ὑπερμέγεθες γάρ ἐστιν.'
ἐδέξατ᾽ ἀντακαῖον, ὃν τρέφει μέγαςκαὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει:
Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
Μενδήσιός θ᾽ ὡραῖος ἀκρόπαστος εὖταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι, οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρ᾽ Ἀττικοῖς: παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.'
ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.