ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει,κατὰ τὸν Θηβαῖον μελοποιόν ῾Pind. O I 14'.' καὶ ἐπὶ τὰς ἑστιάσεις δὲ παρακαλῶν πατρίδα, φησί, τὴν Ῥώμην πᾶσιν ἀποφαίνει. τίς γὰρ τὰ οἴκοι ποθεῖ τούτῳ ξυνὼν ἀναπεπταμένην ἔχοντι τοῖς φίλοις τὴν οἰκίαν; κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀπολλόδωρον ῾IV 455 M':'
ὅπου <τι> σοφίας ἔργον ἐξετάζεται. —
ἀγλαίζεται δὲ καὶ
μουσικᾶς ἐν ἀώτῳ:
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν,
εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου,
ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου
εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας.
ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
ἔσηνε καὶ προσῆλθ᾽, ὑπαντήσας δέ τις
δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
μηδέν.