Χορός
δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
πᾶσίν τε κοινὸν ὥσθ᾽ ὑπερκάμνειν τέκνων.
Ἀχιλλεύς
ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω:
920ἐπίσταμαι δὲ τοῖς κακοῖσί τ᾽ ἀσχαλᾶν
μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
λελογισμένοι γὰρ οἱ τοιοίδ᾽ εἰσὶν βροτῶν
ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
ἔστιν μὲν οὖν ἵν᾽ ἡδὺ μὴ λίαν φρονεῖν,
925ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.
ἐγὼ δ᾽, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
πεισόμεθ᾽, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
930ἀλλ᾽ ἐνθάδ᾽ ἐν Τροίᾳ τ᾽ ἐλευθέραν φύσιν
παρέχων, Ἄρη τὸ κατ᾽ ἐμὲ κοσμήσω δορί.
σὲ δ᾽, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,
ἃ δὴ κατ᾽ ἄνδρα γίγνεται νεανίαν,
τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,
935κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,
ἐμὴ φατισθεῖσ᾽: οὐ γὰρ ἐμπλέκειν πλοκὰς
ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ᾽ αἴτιον
940πόσις σός. ἁγνὸν δ᾽ οὐκέτ᾽ ἐστὶ σῶμ᾽ ἐμόν,
εἰ δι᾽ ἔμ᾽ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους
ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,
θαυμαστὰ δ᾽ ὡς ἀνάξι᾽ ἠτιμασμένη.