Χορός
Πέργαμον δὲ Φρυγῶν πόλιν
λαΐνους περὶ πύργους
775κυκλώσας Ἄρει φονίῳ,
λαιμοτόμου κεφαλᾶς
σπάσας Πάριν Ἀτρεΐδας,
πέρσας κατάκρας πόλιν,
θήσει κόρας πολυκλαύτους
780δάμαρτά τε Πριάμου.
ἁ δὲ Διὸς Ἑλένα κόρα
πολύκλαυτος ἑδεῖται
πόσιν προλιποῦσα.
μήτ᾽ ἐμοὶ
μήτ᾽ ἐμοῖσι τέκνων τέκνοις
785ἐλπὶς ἅδε ποτ᾽ ἔλθοι,
οἵαν αἱ πολύχρυσοι
Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
στήσουσι παρ᾽ ἱστοῖς
μυθεῦσαι τάδ᾽ ἐς ἀλλήλας:
790Τίς ἄρα μ᾽ εὐπλοκάμου κόμας
ῥῦμα δακρυόεν τανύσας
πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;
διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,
εἰ δὴ φάτις ἔτυμος ὡς
795ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ
Διὸς ὅτ᾽ ἠλλάχθη δέμας, εἴτ᾽
ἐν δέλτοις Πιερίσιν
μῦθοι τάδ᾽ ἐς ἀνθρώπους
800ἤνεγκαν παρὰ καιρὸν ἄλλως.