Ἰφιγένεια
640ὦ πάτερ, ἐσεῖδόν σ᾽ ἀσμένη πολλῷ χρόνῳ.
Ἀγαμέμνων
καὶ γὰρ πατὴρ σέ: τόδ᾽ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
Ἰφιγένεια
χαῖρ᾽: εὖ δέ μ᾽ ἀγαγὼν πρὸς σ᾽ ἐποίησας, πάτερ.
Ἀγαμέμνων
οὐκ οἶδ᾽ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
Ἰφιγένεια
ἔα:
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μ᾽ ἰδών.
Ἀγαμέμνων
645πόλλ᾽ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.
Ἰφιγένεια
παρ᾽ ἐμοὶ γενοῦ νῦν, μὴ 'πὶ φροντίδας τρέπου.
Ἀγαμέμνων
ἀλλ᾽ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
Ἰφιγένεια
μέθες νυν ὀφρὺν ὄμμα τ᾽ ἔκτεινον φίλον.
Ἀγαμέμνων
ἰδού, γέγηθά σ᾽ ὡς γέγηθ᾽ ὁρῶν, τέκνον.
Ἰφιγένεια
650κἄπειτα λείβεις δάκρυ᾽ ἀπ᾽ ὀμμάτων σέθεν;
Ἀγαμέμνων
μακρὰ γὰρ ἡμῖν ἡ 'πιοῦσ᾽ ἀπουσία.
Ἰφιγένεια
† οὐκ οἶδ᾽ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατ᾽ ἐμοὶ πάτερ. †
Ἀγαμέμνων
συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ᾽ ἄγεις.
Ἰφιγένεια
ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ᾽ εὐφρανῶ.
Ἀγαμέμνων
655παπαῖ. τὸ σιγᾶν οὐ σθένω: σὲ δ᾽ ᾔνεσα.
Ἰφιγένεια
μέν᾽, ὦ πάτερ, κατ᾽ οἶκον ἐπὶ τέκνοις σέθεν.
Ἀγαμέμνων
θέλω γε: τὸ θέλειν δ᾽ οὐκ ἔχων ἀλγύνομαι.
Ἰφιγένεια
ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
Ἀγαμέμνων
ἄλλους ὀλεῖ πρόσθ᾽ ἃ ἐμὲ διολέσαντ᾽ ἔχει.
Ἰφιγένεια
660ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
Ἀγαμέμνων
καὶ νῦν γέ μ᾽ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
Ἰφιγένεια
ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
Ἀγαμέμνων
οὗ μήποτ᾽ οἰκεῖν ὤφελ᾽ ὁ Πριάμου Πάρις.
Ἰφιγένεια
μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.
Ἀγαμέμνων
665† εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. †
Ἰφιγένεια
φεῦ:
εἴθ᾽ ἦν καλόν μοι σοί τ᾽ ἄγειν σύμπλουν ἐμέ.
Ἀγαμέμνων
ἔτ᾽ ἔστι καὶ σοὶ πλοῦς, ἵν᾽ ἀμμνήσῃ πατρός.
Ἰφιγένεια
σὺν μητρὶ πλεύσασ᾽ ἢ μόνη πορεύσομαι;
Ἀγαμέμνων
μόνη, μονωθεῖσ᾽ ἀπὸ πατρὸς καὶ μητέρος.
Ἰφιγένεια
670οὔ πού μ᾽ ἐς ἄλλα δώματ᾽ οἰκίζεις, πάτερ;
Ἀγαμέμνων
ἐατέ᾽: οὐ χρὴ τοιάδ᾽ εἰδέναι κόρας.
Ἰφιγένεια
σπεῦδ᾽ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
Ἀγαμέμνων
θῦσαί με θυσίαν πρῶτα δεῖ τιν᾽ ἐνθάδε.
Ἰφιγένεια
ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ᾽ εὐσεβὲς σκοπεῖν.
Ἀγαμέμνων
675εἴσῃ σύ: χερνίβων γὰρ ἑστήξῃ πέλας.
Ἰφιγένεια
στήσομεν ἄρ᾽ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;