Ἀγαμέμνων
αἰνῶ σε, Μενέλα᾽, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ᾽ ἀξίως.
ταραχὴ δ᾽ ἀδελφῶν διά τ᾽ ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων: ἀπέπτυσα
510τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
ἀλλ᾽ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.
Μενέλαος
πῶς; τίς δ᾽ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;
Ἀγαμέμνων
ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.
Μενέλαος
515οὔκ, ἤν νιν εἰς Ἄργος γ᾽ ἀποστείλῃς πάλιν.
Ἀγαμέμνων
λάθοιμι τοῦτ᾽ ἄν. ἀλλ᾽ ἐκεῖν᾽ οὐ λήσομεν.
Μενέλαος
τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.
Ἀγαμέμνων
Κάλχας ἐρεῖ μαντεύματ᾽ Ἀργείων στρατῷ.
Μενέλαος
οὔκ, ἢν θάνῃ γε πρόσθε: τοῦτο δ᾽ εὐμαρές.
Ἀγαμέμνων
520τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.
Μενέλαος
† κοὐδέν γ᾽ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. †
Ἀγαμέμνων
ἐκεῖνο δ᾽ οὐ δέδοικας ὃ ἔμ᾽ ἐσέρχεται;
Μενέλαος
ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμ᾽ ἂν λόγον;
Ἀγαμέμνων
τὸ Σισύφειον σπέρμα πάντ᾽ οἶδεν τάδε.
Μενέλαος
525οὐκ ἔστ᾽ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.
Ἀγαμέμνων
ποικίλος ἀεὶ πέφυκε τοῦ τ᾽ ὄχλου μέτα.
Μενέλαος
φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
Ἀγαμέμνων
οὐκ οὖν δοκεῖς νιν στάντ᾽ ἐν Ἀργείοις μέσοις
λέξειν ἃ Κάλχας θέσφατ᾽ ἐξηγήσατο,
530κἄμ᾽ ὡς ὑπέστην θῦμα, κᾆτ᾽ ἐψευδόμην,
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
σὲ κἄμ᾽ ἀποκτείναντας Ἀργείους κόρην
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
535συναρπάσουσι καὶ κατασκάψουσι γῆν.
τοιαῦτα τἀμὰ πήματ᾽: ὦ τάλας ἐγώ,
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
540μάθῃ, πρὶν Ἅιδῃ παῖδ᾽ ἐμὴν προσθῶ λαβών,
ὡς ἐπ᾽ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.