ταῦτα μέν σε πρῶτ᾽ ἐπῆλθον, ἵνα σε πρῶθ᾽ ηὗρον κακόν.
350ὡς δ᾽ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός,
οὐδὲν ἦσθ᾽, ἀλλ᾽ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,
οὐρίας πομπῆς σπανίζων: Δαναΐδαι δ᾽ ἀφιέναι
ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.
ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τ᾽, εἰ μὴ νεῶν
355χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.
κἀμὲ παρεκάλεις: Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; —
ὥστε μὴ στερέντα σ᾽ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.
κᾆτ᾽, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην
Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας
360ἄσμενος θύσειν ὑπέστης παῖδα: καὶ πέμπεις ἑκών,
οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν
δεῦρ᾽ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
κᾆθ᾽ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,
ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.
365οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδ᾽ ἤκουσεν σέθεν.
μυρίοι δέ τοι πεπόνθασ᾽ αὐτό: πρὸς τὰ πράγματα
ἐκπονοῦσ᾽ ἔχοντες, εἶτα δ᾽ ἐξεχώρησαν κακῶς,
τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ᾽ ἐνδίκως
ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
370Ἑλλάδος μάλιστ᾽ ἔγωγε τῆς ταλαιπώρου στένω,
ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας
καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
μηδέν᾽ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,
μηδ᾽ ὅπλων ἄρχοντα: νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν:
375πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.