Ἰφιγένεια
1475ἄγετέ με τὰν Ἰλίου
καὶ Φρυγῶν ἑλέπτολιν.
στέφεα περίβολα δίδοτε, φέρετε
— πλόκαμος ὅδε καταστέφειν —
χερνίβων τε παγάς.
1480ἑλίσσετ᾽ ἀμφὶ ναὸν
ἀμφὶ βωμὸν Ἄρτεμιν,
τὰν ἄνασσαν Ἄρτεμιν,
τὰν μάκαιραν: ὡς ἐμοῖσιν, εἰ χρεών,
1485αἵμασι θύμασί τε
θέσφατ᾽ ἐξαλείψω.
ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι
δώσομεν ἁμέτερα:
1490παρ᾽ ἱεροῖς γὰρ οὐ πρέπει.
ἰὼ ἰὼ νεάνιδες,
συνεπαείδετ᾽ Ἄρτεμιν
Χαλκίδος ἀντίπορον,
1495ἵνα τε δόρατα μέμονε δάϊ᾽
ὄνομα δι᾽ ἐμὸν τᾶσδ᾽ Αὐλίδος
στενοπόροις ἐν ὅρμοις.
ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία,
Μυκηναῖαί τ᾽ ἐμαὶ θεράπναι ...