Ἰφιγένεια
εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
πείθειν ἐπᾴδουσ᾽, ὥσθ᾽ ὁμαρτεῖν μοι πέτρας,
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
ἐνταῦθ᾽ ἂν ἦλθον: νῦν δέ, τἀπ᾽ ἐμοῦ σοφά,
1215δάκρυα παρέξω: ταῦτα γὰρ δυναίμεθ᾽ ἄν.
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
μή μ᾽ ἀπολέσῃς ἄωρον: ἡδὺ γὰρ τὸ φῶς
βλέπειν: τὰ δ᾽ ὑπὸ γῆς μή μ᾽ ἰδεῖν ἀναγκάσῃς.
1220πρώτη σ᾽ ἐκάλεσα πατέρα καὶ σὺ παῖδ᾽ ἐμέ:
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσ᾽ ἐμὸν
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
λόγος δ᾽ ὁ μὲν σὸς ἦν ὅδ᾽: Ἆρά σ᾽, ὦ τέκνον,
εὐδαίμον᾽ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
1225ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
οὑμὸς δ᾽ ὅδ᾽ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί:
Τί δ᾽ ἆρ᾽ ἐγὼ σέ; πρέσβυν ἆρ᾽ ἐσδέξομαι
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
1230πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
σὺ δ᾽ ἐπιλέλησαι, καί μ᾽ ἀποκτεῖναι θέλεις.
μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσ᾽ ἐμὲ
1235νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
Ἑλένης τε; πόθεν ἦλθ᾽ ἐπ᾽ ὀλέθρῳ τὠμῷ, πάτερ;
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
ἵν᾽ ἀλλὰ τοῦτο κατθανοῦσ᾽ ἔχω σέθεν
1240μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
ἀδελφέ, μικρὸς μὲν σύ γ᾽ ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν: αἴσθημά τοι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
1245ἰδοὺ σιωπῶν λίσσεταί σ᾽ ὅδ᾽, ὦ πάτερ.
ἀλλ᾽ αἴδεσαί με καὶ κατοίκτιρον βίου.
ναί, πρὸς γενείου σ᾽ ἀντόμεσθα δύο φίλω:
ὃ μὲν νεοσσός ἐστιν, ἣ δ᾽ ηὐξημένη.
ἓν συντεμοῦσα πάντα νικήσω λόγον:
1250τὸ φῶς τόδ᾽ ἀνθρώποισιν ἥδιστον βλέπειν,
τὰ νέρθε δ᾽ οὐδέν: μαίνεται δ᾽ ὃς εὔχεται
θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.
Χορός
ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.