previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. η᾽. ΑΡΙΣΤΙΠΠΟΣ

1 [65] Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, ἀφιγμένος δ᾽ Ἀθήναζε, καθά φησιν Αἰσχίνης, κατὰ κλέος Σωκράτους. οὗτος σοφιστεύσας, ὥς φησι φανίας περιπατητικὸς Ἐρέσιος, πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἀπέλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν: ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ. Ξενοφῶν τ᾽ εἶχε πρὸς αὐτὸν δυσμενῶς: διὸ καὶ τὸν κατὰ τῆς ἡδονῆς λόγον Σωκράτει κατ᾽ Ἀριστίππου περιτέθεικεν. οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐν ἄλλοις εἰρήκαμεν.

2 [66] Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁπμοδίως ὑποκρίνασθαι: διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων: ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν. δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών:

οἷά τ᾽ Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος ψεύδη.

τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι: αἰτιασαμένου δέ τινος, "σὺ δ᾽ οὐκ ἄν," εἶπεν, "ὀβολοῦ τοῦτον ἐπρίω;" ἐπινεύσαντος δέ, "τοσοῦτον," ἔφη, "ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί." 3 [67] Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, "οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι:" ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. διό ποτε Στράτωνα, οἱ δὲ Πλάτωνα, πρὸς αὐτὸν εἰπεῖν, "σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος." Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος, "εἶτα οἱ μὲν ἁλιεῖς," εἶπεν, "ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ, ἵνα κωβιὸν θηράσωσιν: ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι, ἵνα βλέννοι λάβω;"

4 [68] Παριόντα ποτὲ αὐτὸν λάχανα πλύνων Διογένης ἔσκωψε, καί φησιν,5 "εἰ ταῦτα ἔμαθες προσφέρεσθαι, οὐκ ἂν τυράννων αὐλὰς ἐθεράπευες." δέ, "καὶ σύ," εἶπεν, "εἴπερ ᾔδεις ἀνθρώποις ὁμιλεῖν, οὐκ ἂν λάχανα ἔπλυνες." ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, "τὸ δύνασθαι πᾶσι θαρρούντως ὁμιλεῖν." ὀνειδιζόμενός ποτ᾽ ἐπὶ τῷ πολυτελῶς ζῆν, "εἰ τοῦτ᾽," ἔφη, "φαῦλον ἦν, οὐκ ἂν ἐν ταῖς τῶν θεῶν ἑορταῖς ἐγίνετο." ἐρωτηθείς

ποτε τί πλέον ἔχουσιν οἱ φιλόσοφοι, ἔφη, "ἐὰν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως βιωσόμεθα." 6 [69] ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, "ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δ᾽ οὐκ ἴσασιν." ὀνειδιζόμενός ποτ᾽ ἐπὶ τῷ πολυτελῶς ζῆν ὑπὸ Πλάτωνος, ἔφη, "ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός;" τοῦ δ᾽ ὁμολογήσαντος, "καὶ μήν," ἔφη, "ζῇ ἐμοῦ πολυτελέστερον: ὥστ᾽ οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ καλῶς ζῆν." ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, "ᾧπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων." εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν, καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, "οὐ τὸ εἰσελθεῖν," ἔφη, "χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν."

7 [70] Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, "λῦσον," "τί, μάταιε," ἔφη, "λῦσαι θέλεις, καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει;" ἄμεινον ἔφη ἐπαίτην ἀπαίδευτον εἶναι: οἱ μὲν γὰρ χρημάτων, οἱ δ᾽ ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει: τοῦ δ᾽ ἐπιδιώκοντος εἰπόντος, "τί φεύγεις;" "ὅτι," φησί, "τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ." εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, "καὶ γὰρ καὶ οἱ ἰατροί." φησί, "παρὰ ταῖς τῶν νοσούντων: ἀλλ᾽ οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἰατρεύειν."

8 [71] Εἰς Κόρινθον αὐτῷ πλέοντί ποτε καὶ χειμαζομένῳ συνέβη ταραχθῆναι. πρὸς οὖν τὸν εἰπόντα, "ἡμεῖς μὲν οἱ ἰδιῶται οὐ δεδοίκαμεν, ὑμεῖς δ᾽ οἱ φιλόσοφοι δειλιᾶτε," "οὐ γὰρ περὶ ὁμοίας," ἔφη, "ψυχῆς ἀγωνιῶμεν ἑκάτεροι." σεμνυνομένου τινὸς ἐπὶ πολυμαθείᾳ ἔφη, "ὥσπερ οὐχ οἱ τὰ πλεῖστα ἐσθίοντες [καὶ γυμναζόμενοι] ὑγιαίνουσι μᾶλλον τῶν τὰ δέοντα προσφερομένων, οὕτως οὐδὲ οἱ πολλὰ ἀλλ᾽ οἱ χρήσιμα ἀναγινώσκοντές εἰσι σπουδαῖοι." πρὸς τὸν ὑπὲρ αὐτοῦ λογογράφον δίκην εἰπόντα καὶ νικήσαντα, ἔπειτα φάσκοντα πρὸς αὐτόν, "τί σε ὤνησε Σωκράτης;" ἔφη, "τοῦτο, τοὺς λόγους, οὓς εἶπας ὑπὲρ ἐμοῦ, ἀληθεῖς εἶναι."

9 [72] Τὰ ἄριστα ὑπετίθετο τῇ θυγατρὶ Ἀρήτῃ, συνασκῶν αὐτὴν ὑπεροπτικὴν τοῦ πλέονος εἶναι. ἐρωτηθεὶς ὑπό τινος τί αὐτοῦ υἱὸς ἀμείνων ἔσται παιδευθείς, "καὶ εἰ μηδὲν ἄλλο," εἶπεν, "ἐν γοῦν τῷ θεάτρῳ οὐ καθεδεῖται λίθος ἐπὶ λίθῳ" συνιστάντος τινὸς αὐτῷ υἱὸν ᾔτησε πεντακοσίας δραχμάς: τοῦ δ᾽ εἰπόντος, "τοσούτου δύναμαι ἀνδράποδον ὠνήσασθαι," "πρίω," ἔφη, "καὶ ἕξεις δύο." ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβάνειν, οὐχ ἵν᾽ αὐτὸς χρῷτο, ἀλλ᾽ ἵν᾽ ἐκεῖνοι εἰδεῖεν εἰς τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. ὀνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, "καὶ γάρ," ἔφη, "ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι."

10 [73] Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, "γελοῖον," ἔφη, "εἰ τὸ λέγειν μὲν παρ᾽ ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν

σύ με διδάσκεις." ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι: καὶ τόν, "ἐνδοξότερον," φάναι, "τὸν τόπον ἠθέλησας ποιῆσαι." αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, "οὐκ αἰσχύνῃ," εἶπεν, "ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος;" ἐρωτηθείς ποτε τίνι διαφέρει σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, "εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον, καὶ εἴσῃ." αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, "τοῦτο καὶ ἡμίονος," φησί.

11 [74] Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, "ἆρά γε," εἶπε, "μή τι διενέγκαι <ἂν> οἰκίαν λαβεῖν ἐν πολλοί ποτε ᾤκησαν μηδείς," εἰπόντος δὲ οὔ, "τί δὲ πλεῦσαι ἐν νηῒ μυρίοι ποτὲ ἐνέπλευσαν μηδείς;" "οὐδαμῶς." "οὐδ᾽ ἄρα γυναικί," ἔφη, "συνεῖναι πολλοὶ κέχρηνται μηδείς." πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, "καὶ μάλα," εἶπε: "καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν: εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δ᾽ Εὐτυχίδην ἀργυρώνητον." ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν τῷ δευτέρῳ τῶν Διαδοχῶν. 12 [75] πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, "ἔχω [Λαΐδα], ἀλλ᾽ οὐκ ἔχομαι: ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι

ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι." πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν ἔφη, "σὺ δ᾽ οὐκ ἂν τριωβόλου ταῦτ᾽ ἐπρίω;" ὁμολογήσαντος δέ, "οὐκέτι τοίνυν," ἔφη, "φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος." Σίμου ποτὲ τοῦ Διονυσίου ταμίου πολυτελεῖς οἴκους αὐτῷ καὶ λιθοστρώτους δεικνύντοσ--ἦν δὲ Φρὺξ καὶ ὄλεθροσ--ἀναχρεμψάμενος προσέπτυσε τῇ ὄψει: τοῦ δ᾽ ἀγανακτήσαντος, "οὐκ εἶχον," εἶπε, "τόπον ἐπιτηδειότερον."

13 [76] Πρὸς Χαρώνδαν εἰπόντα, οἱ δὲ πρὸς Φαίδωνα, τίς μεμυρισμένος; "ἐγώ," φησίν, " κακοδαίμων, κἀμοῦ κακοδαιμονέστερος Περσῶν βασιλεύς. ἀλλ᾽ ὅρα μὴ ὡς οὐδὲν τῶν ἄλλων ζῴων παρὰ τοῦτό τι ἐλαττοῦται, οὕτως οὐδ᾽ ἂν ἄνθρωπος. κακοὶ κακῶς δ᾽ ἀπόλοιντο οἱ κίναιδοι, οἵτινες καλὸν ἡμῖν ἄλειμμα διαβάλλουσιν." ἐρωτώμενος πῶς ἀπέθανε Σωκράτης, ἔφη, "ὡς ἂν ἐγὼ εὐξαίμην." Πολυξένου ποτὲ τοῦ σοφιστοῦ εἰσελθόντος πρὸς αὐτὸν καὶ θεασαμένου γυναῖκάς τε καὶ πολυτελῆ ὀψωνίαν, ἔπειτα αἰτιασαμένου, μικρὸν διαλιπών, "δύνασαι," ἔφη, "καὶ σὺ σήμερον μεθ᾽ ἡμῶν γενέσθαι;" 14 [77] τοῦ δ᾽ ἐπινεύσαντος, "τί οὖν," ἔφη, "ἐμέμφου; ἔοικας γὰρ οὐ τὴν ὀψωνίαν ἀλλὰ τὸ ἀνάλωμα αἰτιᾶσθαι." τοῦ δὲ θεράποντος ἐν ὁδῷ βαστάζοντος ἀργύριον καὶ βαρυνομένου, ὥς φασιν οἱ περὶ τὸν Βίωνα ἐν ταῖς Διατριβαῖς, "ἀπόχεε," ἔφη, "τὸ πλέον καὶ ὅσον δύνασαι βάσταζε." πλέων ποτὲ ἐπεὶ τὸ σκάφος

ἔγνω πειρατικόν, λαβὼν τὸ χρυσίον ἠρίθμει: ἔπειτα εἰς θάλατταν ὡς μὴ θέλων παρακατέβαλε καὶ δῆθεν ἀνῴμωξεν. οἱ δὲ καὶ ἐπειπεῖν φασιν αὐτὸν ὡς ἄμεινον ταῦτα δι᾽ Ἀρίστιππον διὰ ταῦτα Ἀρίστιππον ἀπολέσθαι. Διονυσίου ποτ᾽ ἐρομένου ἐπὶ τί ἥκοι, ἔφη ἐπὶ τῷ μεταδώσειν ὧν ἔχοι, καὶ μεταλήψεσθαι ὧν μὴ ἔχοι. 15 [78] ἔνιοι δ᾽ οὕτως ἀποκρίνασθαι, "ὁπότε μὲν σοφίας ἐδεόμην, ἧκον παρὰ τὸν Σωκράτην: νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω." κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ δοκιμαζόντων: οἱ δὲ τοῦτο Διογένους φασί. καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα:

οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν:

τὸν δ᾽ Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν:

καὶ γὰρ ἐν βακχεύμασιν

οὖσ᾽ γε σώφρων οὐ διαφθαρήσεται.

16 [79] Δεόμενός ποτε ὑπὲρ φίλου Διονυσίου καὶ μὴ ἐπιτυγχάνων εἰς τοὺς πόδας αὐτοῦ ἔπεσε: πρὸς οὖν τὸν ἐπισκώψαντα, "οὐκ ἐγώ," φησίν, "αἴτιος, ἀλλὰ Διονύσιος ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων." διατρίβων ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου πρὸς τὸν εἰπόντα, "καὶ ὧδε θαρρεῖς,"

"πότε γάρ," εἶπεν, " μάταιε, θαρρήσαιμι ἀν μᾶλλον νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι;" τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι: καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι. 17 [80] τὸ δ᾽ ὅμοιον καὶ Ἀρίστων: τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾄδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι.

δ᾽ οὖν Ἀρίστιππος ἐρωτηθεὶς τίνα ἐστὶν δεῖ τοὺς καλοὺς παῖδας μανθάνειν, ἔφη, "οἷς ἄνδρες γενόμενοι χρήσονται." πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι, "ἀλλὰ πρὸς Σωκράτην μέν," εἶπεν, "ἦλθον παιδείας ἕνεκεν, πρὸς δὲ Διονύσιον παιδιᾶς." ἐξ ὁμιλίας αὐτῷ χρηματισαμένῳ φησὶ Σωκράτης, "πόθεν σοι τοσαῦτα;" καὶ ὅς, "ὅθεν σοι τὰ ὀλίγα."

18 [81] Ἑταίρας εἰπούσης πρὸς αὐτόν, "ἐκ σοῦ κυῶ," "οὐ μᾶλλον," ἔφη, "γινώσκεις εἰ δι᾽ ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι." ᾐτιάσατό τις αὐτὸν τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα: καὶ ὅς, "καὶ τὸ φλέγμα," φησί, "καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν ἴσμεν γεννωμένους, ἀλλ᾽ ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν." ἐκδεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον,

"ἐγω μὲν γάρ," εἶπεν, "ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής." πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχεται παρὰ Διονυσίου, "οὗ ἕνεκα," φησίν, "οἱ ἄλλοι ἐλέγχουσιν."

19 [82] Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, "ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν:" δ᾽ ὑπολαβών, "δός," εἶπε, "καὶ περὶ τούτου ζητῶμεν." δόντος δέ, "ὁρᾷς," ἔφη, "ὅτι οὐκ ἠπόρηκα;" εἰπόντος πρὸς αὐτὸν Διονυσίου:

ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται,

κείνου >στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ:

ὑπολαβών,

οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ.

τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων: ἄλλοι γὰρ εἰς Πλάτωνα ἀναφέρουσιν. ὀργισθεὶς πρὸς Αἰσχίνην μετ᾽ οὐ πολύ, "οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα," εἶπε, "ληροῦντες, ἀλλ᾽ ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις;" καὶ ὅς, "ἄσμενος," ἔφη: 20 [83] "μνημόνευε τοίνυν," εἶπεν Ἀρίστιππος, "ὅτι σοι πρότερος πρεσβύτερος ὢν προσῆλθον." καὶ Αἰσχίνης, "εὖγε, νὴ τὴν Ἥραν, εὐλόγως εἶπας, ἐπεὶ πολλῷ μου βελτίων ὑπάρχεις: ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις." καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.

Γεγόνασι δ᾽ Ἀρίστιπποι τέσσαρες: περὶ οὗ τε λόγος καὶ δεύτερος τὰ περὶ Ἀρκαδίας γεγραφώς:

τρίτος μητροδίδακτος, θυγατριδοῦς τοῦ πρώτου: τέταρτος ἐκ τῆς νεωτέρας Ἀκαδημείας.

Τοῦ δὲ Κυρηναϊκοῦ φιλοσόφου φέρεται βιβλία τρία μὲν ἱστορίας τῶν κατὰ Λιβύην, ἀπεσταλμένα Διονυσίῳ: ἓν δὲ ἐν διάλογοι πέντε καὶ εἴκοσιν, οἱ μὲν Ἀτθίδι, οἱ δὲ Δωρίδι διαλέκτῳ γεγραμμένοι οἵδε:

21 [84] Ἀρτάβαζος.

Πρὸς τοὺς ναυαγούς.

Πρὸς τοὺς φυγάδας.

Πρὸς πτωχόν.

Πρὸς Λαΐδα.

Πρὸς Πῶρον.

Πρὸς Λαΐδα περὶ τοῦ κατόπτρου.

Ἑρμείας.

Ἐνύπνιον.

Πρὸς τὸν ἐπὶ τῆς κύλικος.

Φιλόμηλος.

Πρὸς τοὺς οἰκείους.

Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι κέκτηται οἶνον παλαιὸν καὶ ἑταίρας.

Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι πολυτελῶς ὀψωνεῖ.

Ἐπιστολὴ πρὸς Ἀρήτην τὴν θυγατέρα.

Πρὸς τὸν εἰς Ὀλυμπίαν γυμνάζοντα ἑαυτόν.

Ἐρώτησις.

Ἄλλη Ἐρώτησις.

Χρεία πρὸς Διονύσιον.

Ἄλλη ἐπὶ τῆς εἰκόνος.

Ἄλλη ἐπὶ τῆς Διονυσίου θυγατρός.

Πρὸς τὸν οἰόμενον ἀτιμάζεσθαι.

Πρὸς τὸν συμβουλεύειν ἐπιχειροῦντα.

Ἔνιοι δὲ καὶ διατριβῶν αὐτόν φασιν ἓξ γεγρα-

φέναι, οἱ δ᾽ οὐδ᾽ ὅλως γράψαι: ὧν ἐστι καὶ Σωσικράτης Ῥόδιος.

22 [85] Κατὰ δὲ Σωτίωνα ἐν δευτέρῳ καὶ Παναίτιον ἔστιν αὐτῷ συγγράμματα τάδε:

Περὶ παιδείας.

Περὶ ἀρετῆς.

Προτρεπτικός.

Ἀρτάβαζος.

Ναυαγοί.

Φυγάδες.

Διατριβῶν ἕξ.

Χρειῶν τρία.

Πρὸς Λαΐδα.

Πρὸς Πῶρον.

Πρὸς Σωκράτην.

Περὶ τύχης.

Τέλος δ᾽ ἀπέφαινε τὴν λείαν κίνησιν εἰς αἴσθησιν ἀναδιδομένην.

Ἡμεῖς δ᾽ ἐπειδὴ τὸν βίον ἀνεγράψαμεν αὐτοῦ, φέρε νῦν διέλθωμεν τοὺς ἀπ᾽ αὐτοῦ Κυρηναϊκούς, οἵ τινες ἑαυτοὺς οἱ μὲν Ἡγησιακούς, οἱ δὲ Ἀννικερείους, οἱ δὲ Θεοδωρείους προσωνόμαζον. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπὸ Φαίδωνος, ὧν τοὺς κορυφαιοτάτους Ἐρετρικούς. 23 [86] ἔχει δὲ οὕτως: Ἀριστίππου διήκουσεν θυγάτηρ Ἀρήτη καὶ Αἰθίοψ

Πτολεμαεὺς καὶ Ἀντίπατρος Κυρηναῖος: Ἀρήτης δὲ Ἀρίστιππος μητροδίδακτος ἐπικληθείς, οὗ Θεόδωρος ἄθεος, εἶτα θεός: Ἀντιπάτρου δ᾽ Ἐπιτιμίδης Κυρηναῖος, οὗ Παραιβάτης, οὗ Ἡγησίας πεισιθάνατος καὶ Ἀννίκερις [ὁ Πλάτωνα λυτρωσάμενος].

Οἱ μὲν οὖν ἐπὶ τῆς ἀγωγῆς τῆς Ἀριστίππου μείναντες καὶ Κυρηναϊκοὶ προσαγορευθέντες δόξαις ἐχρῶντο τοιαύταις: δύο πάθη ὑφίσταντο, πόνον καὶ ἡδονήν, τὴν μὲν λείαν κίνησιν, τὴν ἡδονήν, τὸν δὲ πόνον τραχεῖαν κίνησιν. 24 [87] μὴ διαφέρειν τε ἡδονὴν ἡδονῆς, μηδὲ ἥδιόν τι εἶναι: καὶ τὴν μὲν εὐδοκητὴν πᾶσι ζῴοις, τὸν δ᾽ ἀποκρουστικόν. ἡδονὴν μέντοι τὴν τοῦ σώματος, ἣν καὶ τέλος εἶναι, καθά φησι καὶ Παναίτιος ἐν τῷ Περὶ τῶν αἱρέσεων, οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπ᾽ ἀναιρέσει ἀλγηδόνων καὶ οἷον ἀνοχλησίαν, ἣν Ἐπίκουρος ἀποδέχεται καὶ τέλος εἶναί φησι. δοκεῖ δ᾽ αὐτοῖς καὶ τέλος εὐδαιμονίας διαφέρειν. τέλος μὲν γὰρ εἶναι τὴν κατὰ μέρος ἡδονήν, εὐδαιμονίαν δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι.

25 [88] Εἶναί τε τὴν μερικὴν ἡδονὴν δι᾽ αὑτὴν αἱρετήν: τὴν δ᾽ εὐδαιμονίαν οὐ δι᾽ αὑτήν, ἀλλὰ διὰ τὰς κατὰ μέρος ἡδονάς. πίστιν δ᾽ εἶναι τοῦ τέλος εἶναι τὴν ἡδονὴν τὸ ἀπροαιρέτως ἡμᾶς ἐκ παίδων ᾠκειῶσθαι πρὸς αὐτήν, καὶ τυχόντας αὐτῆς μηθὲν ἐπιζητεῖν μηθέν τε οὕτω φεύγειν ὡς τὴν ἐναντίαν αὐτῇ ἀλγηδόνα. εἶναι δὲ τὴν ἡδονὴν ἀγαθὸν κἂν ἀπὸ τῶν ἀσχημοτάτων γένηται, καθά φησιν Ἱππόβοτος ἐν τῷ Περὶ αἱρέσεων. εἰ γὰρ καὶ πρᾶξις ἄτοπος

εἴη, ἀλλ᾽ οὖν ἡδονὴ δι᾽ αὑτὴν αἱρετὴ καὶ ἀγαθόν. 26 [89] δὲ τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ὡς εἴρηται παρ᾽ Ἐπικούρῳ, δοκεῖ αὐτοῖς μὴ εἶναι ἡδονή: οὐδὲ ἀηδονία ἀλγηδών. ἐν κινήσει γὰρ εἶναι ἀμφότερα, μὴ οὔσης τῆς ἀπονίας τῆς ἀηδονίας κινήσεως, ἐπεὶ ἀπονία οἱονεὶ καθεύδοντός ἐστι κατάστασις. δύνασθαι δέ φασι καὶ τὴν ἡδονήν τινας μὴ αἱρεῖσθαι κατὰ διαστροφήν: οὐ πάσας μέντοι τὰς ψυχικὰς ἡδονὰς καὶ ἀλγηδόνας ἐπὶ σωματικαῖς ἡδοναῖς καὶ ἀλγηδόσι γίνεσθαι. καὶ γὰρ ἐπὶ ψιλῇ τῇ τῆς πατρίδος εὐημερίᾳ ὥσπερ τῇ ἰδίᾳ χαρὰν ἐγγίνεσθαι. ἀλλὰ μὴν οὐδὲ κατὰ μνήμην τῶν ἀγαθῶν προσδοκίαν ἡδονήν φασιν ἀποτελεῖσθαι: ὅπερ ἤρεσκεν Ἐπικούρῳ. 27 [90] ἐκλύεσθαι γὰρ τῷ χρόνῳ τὸ τῆς ψυχῆς κίνημα. λέγουσι δὲ μηδὲ κατὰ ψιλὴν τὴν ὅρασιν τὴν ἀκοὴν γίνεσθαι ἡδονάς. τῶν γοῦν μιμουμένων θρήνους ἡδέως ἀκούομεν, τῶν δὲ κατ᾽ ἀλήθειαν ἀηδῶς. μέσας τε καταστάσεις ὠνόμαζον ἀηδονίαν καὶ ἀπονίαν. πολὺ μέντοι τῶν ψυχικῶν τὰς σωματικὰς ἀμείνους εἶναι, καὶ τὰς ὀχλήσεις χείρους τὰς σωματικάς. ὅθεν καὶ ταύταις κολάζεσθαι μᾶλλον τοὺς ἁμαρτάνοντας. χαλεπώτερον γὰρ τὸ πονεῖν, οἰκειότερον δὲ τὸ ἥδεσθαι ὑπελάμβανον. ὅθεν καὶ πλείονα οἰκονομίαν περὶ θάτερον ἐποιοῦντο. διὸ καὶ καθ᾽ αὑτὴν αἱρετῆς οὔσης τῆς ἡδονῆς τὰ ποιητικὰ ἐνίων ἡδονῶν ὀχληρὰ

πολλάκις ἐναντιοῦσθαι: ὡς δυσκολώτατον αὐτοῖς φαίνεσθαι τὸν ἀθροισμὸν τῶν ἡδονῶν εὐδαιμονίαν ποιούντων.

28 [91] Ἀρέσκει δ᾽ αὐτοῖς μήτε τὸν σοφὸν πάντα ἡδέως ζῆν, μήτε πάντα φαῦλον ἐπιπόνως, ἀλλὰ κατὰ τὸ πλεῖστον. ἀρκεῖ δὲ κἂν κατὰ μίαν τις προσπίπτουσαν ἡδέως ἐπανάγῃ. τὴν φρόνησιν ἀγαθὸν μὲν εἶναι λέγουσιν, οὐ δι᾽ ἑαυτὴν δὲ αἱρετήν, ἀλλὰ διὰ τὰ ἐξ αὐτῆς περιγινόμενα: τὸν φίλον τῆς χρείας ἕνεκα: καὶ γὰρ μέρος σώματος, μέχρις ἂν παρῇ, ἀσπάζεσθαι. τῶν ἀρετῶν ἐνίας καὶ περὶ τοὺς ἄφρονας συνίστασθαι. τὴν σωματικὴν ἄσκησιν συμβάλλεσθαι πρὸς ἀρετῆς ἀνάληψιν. τὸν σοφὸν μήτε φθονήσειν μήτε ἐρασθήσεσθαι δεισιδαιμονήσειν: γίνεσθαι γὰρ ταῦτα παρὰ κενὴν δόξαν. λυπήσεσθαι μέντοι καὶ φοβήσεσθαι: φυσικῶς γὰρ γίνεσθαι. 29 [92] καὶ τὸν πλοῦτον δὲ ποιητικὸν ἡδονῆς εἶναι, οὐ δι᾽ αὑτὸν αἱρετὸν ὄντα.

Τά τε πάθη καταληπτά. ἔλεγον οὖν αὐτά, οὐκ ἀφ᾽ ὧν γίνεται. ἀφίσταντο δὲ καὶ τῶν φυσικῶν διὰ τὴν ἐμφαινομένην ἀκαταληψίαν: τῶν δὲ λογικῶν διὰ τὴν εὐχρηστίαν ἥπτοντο. Μελέαγρος δ᾽ ἐν τῷ δευτέρῳ Περὶ δοξῶν καὶ Κλειτόμαχος ἐν τῷ πρώτῳ Περὶ αἱρέσεων φασὶν αὐτοὺς ἄχρηστα ἡγεῖσθαι τό τε φυσικὸν μέρος καὶ τὸ διαλεκτικόν. δύνασθαι γὰρ καὶ εὖ λέγειν καὶ δεισιδαιμονίας ἐκτὸς εἶναι καὶ τὸν περὶ θανάτου φόβον ἐκφεύγειν τὸν <τὸν> περὶ ἀγαθῶν καὶ κακῶν λόγον ἐκμεμαθηκότα. 30 [93] μηδέν τε εἶναι φύσει δίκαιον καλὸν αἰσχρόν, ἀλλὰ νόμῳ καὶ ἔθει. μέντοι σπουδαῖος

οὐδὲν ἄτοπον πράξει διὰ τὰς ἐπικειμένας ζημίας καὶ δόξας: εἶναι δὲ τὸν σοφόν. προκοπήν τε ἀπολείπουσι καὶ ἐν φιλοσοφίᾳ καὶ ἐν τοῖς ἄλλοις. φασὶ δὲ καὶ λυπεῖσθαι ἄλλον ἄλλου μᾶλλον, καὶ τὰς αἰσθήσεις μὴ πάντοτε ἀληθεύειν.

Οἱ δὲ Ἡγησιακοὶ λεγόμενοι σκοποὺς μὲν εἶχον τοὺς αὐτούς, ἡδονὴν καὶ πόνον. μήτε δὲ χάριν τι εἶναι μήτε φιλίαν μήτε εὐεργεσίαν, διὰ τὸ μὴ δι᾽ αὐτὰ ταῦτα αἱρεῖσθαι ἡμᾶς αὐτά, ἀλλὰ διὰ τὰς χρείας αὐτάς, ὧν ἀπόντων μηδ᾽ ἐκεῖνα ὑμάρχειν. 31 [94] τὴν εὐδαιμονίαν ὅλως ἀδύνατον εἶναι: τὸ μὲν γὰρ σῶμα πολλῶν ἀναπεπλῆσθαι παθημάτων, τὴν δὲ ψυχὴν συμπαθεῖν τῷ σώματι καὶ ταράττεσθαι, τὴν δὲ τύχην πολλὰ τῶν κατ᾽ ἐλπίδα κωλύειν, ὥστε διὰ ταῦτα ἀνύπαρκτον τὴν εὐδαιμονίαν εἶναι. τήν τε ζωὴν καὶ τὸν θάνατον αἱρετόν. φύσει τ᾽ οὐδὲν ἡδὺ ἀηδὲς ὑπελάμβανον: διὰ δὲ σπάνιν ξενισμὸν κόρον τοὺς μὲν ἥδεσθαι, τοὺς δ᾽ ἀηδῶς ἔχειν. πενίαν καὶ πλοῦτον πρὸς ἡδονῆς λόγον εἶναι οὐδέν: μὴ γὰρ διαφερόντως ἥδεσθαι τοὺς πλουσίους τοὺς πένητας. δουλείαν ἐπίσης ἐλευθερίᾳ ἀδιάφορον πρὸς ἡδονῆς μέτρον, καὶ εὐγένειαν δυσγενείᾳ, καὶ δόξαν ἀδοξίᾳ. 32 [95] καὶ τῷ μὲν ἄφρονι τὸ ζῆν λυσιτελὲς εἶναι: τῷ δὲ φρονίμῳ ἀδιάφορον. τόν τε σοφὸν ἑαυτοῦ ἕνεκα πάντα πράξειν: οὐδένα γὰρ ἡγεῖσθαι τῶν ἄλλων ἐπίσης ἄξιον αὐτῷ. κἂν γὰρ τὰ μέγιστα δοκῇ παρά του καρποῦσθαι, μὴ

εἶναι ἀντάξια ὧν αὐτὸς παράσχῃ. ἀνῄρουν δὲ καὶ τὰς αἰσθήσεις <ὡς> οὐκ ἀκριβούσας τὴν ἐπίγνωσιν, τῶν τ᾽ εὐλόγως φαινομένων πάντα πράττειν. ἔλεγον τὰ ἁμαρτήματα συγγνώμης τυγχάνειν: οὐ γὰρ ἑκόντα ἁμαρτάνειν, ἀλλά τινι πάθει κατηναγκασμένον. καὶ μὴ μισήσειν, μᾶλλον δὲ μεταδιδάξειν. τόν τε σοφὸν οὐχ οὕτω πλεονάσειν ἐν τῇ τῶν ἀγαθῶν αἱρέσει, ὡς ἐν τῇ τῶν κακῶν φυγῇ, τέλος τιθέμενον τὸ μὴ ἐπιπόνως ζῆν μηδὲ λυπηρῶς: 33 [96] δὴ περιγίνεσθαι τοῖς ἀδιαφορήσασι περὶ τὰ ποιητικὰ τῆς ἡδονῆς.

Οἱ δ᾽ Ἀννικέρειοι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ τούτοις: ἀπέλιπον δὲ καὶ φιλίαν ἐν βίῳ καὶ χάριν καὶ πρὸς γονέας τιμὴν καὶ ὑπὲρ πατρίδος τι πράξειν. ὅθεν διὰ ταῦτα, κἂν ὀχλήσεις ἀναδέξηται σοφός, οὐδὲν ἧττον εὐδαιμονήσειν, κἂν ὀλίγα ἡδέα περιγένηται αὐτῷ. τήν τε τοῦ φίλου εὐδαιμονίαν δι᾽ αὑτὴν μὴ εἶναι αἱρετήν: μηδὲ γὰρ αἰσθητὴν τῷ πέλας ὑπάρχειν: μὴ εἶναί τε αὐτάρκη τὸν λόγον πρὸς τὸ θαρρῆσαι καὶ τῆς τῶν πολλῶν δόξης ὑπεράνω γενέσθαι: δεῖν δ᾽ ἀνεθίζεσθαι διὰ τὴν ἐκ πολλοῦ συντραφεῖσαν ἡμῖν φαύλην διάθεσιν. 34 [97] τόν τε φίλον μὴ διὰ τὰς χρείας μόνον ἀποδέχεσθαι, ὧν ὑπολειπουσῶν μὴ ἐπιστρέφεσθαι ἀλλὰ καὶ παρὰ τὴν γεγονυῖαν εὔνοιαν, ἧς ἔνεκα καὶ πόνους ὑπομενεῖν. καίτοι τιθέμενον ἡδονὴν τέλος καὶ ἀχθόμενον ἐπὶ τῷ στέρεσθαι αὐτῆς ὅμως ἑκουσίως ὑπομενεῖν διὰ τὴν πρὸς τὸν φίλον στοργήν.

Οἱ δὲ Θεοδώρειοι κληθέντες τὴν μὲν ὀνομασίαν

ἔσπασαν ἀπὸ Θεοδώρου τοῦ προγεγραμμένου, καὶ δόγμασιν ἐχρήσαντο τοῖς αὐτοῦ. ἦν δ᾽ Θεόδωρος παντάπασιν ἀναιρῶν τὰς περὶ θεῶν δόξας: καὶ αὐτοῦ περιετύχομεν βιβλίῳ ἐπιγεγραμμένῳ Περὶ θεῶν, οὐκ εὐκαταφρονήτῳ: ἐξ οὗ φασιν Ἐπίκουρον λαβόντα τὰ πλεῖστα εἰπεῖν.

35 [98] Ἤκουσε δὲ καὶ Ἀννικέριδος Θεόδωρος καὶ Διονυσίου τοῦ διαλεκτικοῦ, καθά φησιν Ἀντισθένης ἐν Φιλοσόφων διαδοχαῖς. τέλος δ᾽ ὑπελάμβανε χαρὰν καὶ λύπην: τὴν μὲν ἐπὶ φρονήσει, τὴν δ᾽ ἐπὶ ἀφροσύνῃ: ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις, μέσα δὲ ἡδονὴν καὶ πόνον. ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτ᾽ ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτ᾽ ἐν σοφοῖς. τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι: τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον ὑπὲρ τῆς πατρίδος μὴ ἐξαγαγεῖν αὑτόν: οὐ γὰρ ἀποβαλεῖν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας.

36 [99] Εἶναί τε πατρίδα τὸν κόσμον. κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ: μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, τῆς ἐπ᾽ αὐτοῖς δόξης αἰρομένης, σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. φανερῶς δὲ τοῖς ἐρωμένοις ἄνευ πάσης ὑφοράσεως χρήσεσθαι τὸν σοφόν. διὸ καὶ τοιούτους λόγους ἠρώτα: "ἆρά γε γυνὴ γραμματικὴ χρήσιμος ἂν εἴη παρ᾽ ὅσον γραμματική ἐστι;" "ναί." "καὶ παῖς καὶ νεανίσκος γραμματικὸς χρήσιμος ἂν εἴη παρ᾽ ὅσον γραμματικός ἐστι;"

"ναί." "οὐκοῦν καὶ γυνὴ καλὴ χρησίμη ἂν εἴη παρ᾽ ὅσον καλή ἐστι, καὶ παῖς καὶ νεανίσκος καλὸς χρήσιμος ἂν εἴη παρ᾽ ὅσον καλός ἐστι;" "ναί." "καὶ παῖς ἄρα καὶ νεανίσκος καλὸς πρὸς τοῦτ᾽ ἂν εἴη χρήσιμος πρὸς καλός ἐστι;" "ναί." 37 [100] "ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν." ὧν δεδομένων ἐπῆγεν: "οὐκοῦν εἴ τις πλησιασμῷ χρώμενος παρ᾽ ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει: οὐδ᾽ ἄρα εἰ κάλλει χρήσαιτο παρ᾽ ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται." τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ.

Δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως, "ἆρά γε, Θεόδωρε, φῂς εἶναι, τοῦτο καὶ εἶ;" ἐπινεύσαντος δέ, "φῂς δ᾽ εἶναι θεόν;" τοῦ δ᾽ ὁμολογήσαντος, "θεὸς εἶ ἄρα," ἔφη. δεξαμένου δ᾽ ἀσμένως, γελάσας φησίν, "ἀλλ᾽, μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία."

38 [101] δ᾽ οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, "λέγε μοι," ἔφη, "Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια." εἰπόντος δ᾽ ἐκείνου, "οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες," "ἀσεβεῖς ἄρα," ἔφη, "καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος." καὶ μέντοι παρ᾽ ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀναχθῆναι πάγον, εἰ μὴ Δημήτριος Φαληρεὺς αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δ᾽ ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι κώνειον αὐτὸν πιεῖν καταδικασθέντα.

39 [102] Διατρίβων δὲ παρὰ Πτολεμαίῳ τῷ Λάγου ἀπεστάλη ποθ᾽ ὑπ᾽ αὐτοῦ πρὸς Λυσίμαχον πρεσβευτής. ὅτε καὶ παρρησιαζομένῳ φησὶν Λυσίμαχος, "λέγε μοι, Θεόδωρε, οὐ σὺ εἶ ἐκπεσὼν Ἀθήνηθεν;" καὶ ὅς, "ὀρθῶς ἀκήκοας: γὰρ τῶν

Ἀθηναίων πόλις οὐ δυναμένη με φέρειν, ὥσπερ Σεμέλη τὸν Διόνυσον, ἐξέβαλε." πάλιν δ᾽ εἰπόντος τοῦ Λυσιμάχου, "[βλέπε] ὅπως μὴ παρέσῃ πρὸς ἡμᾶς ἔτι," "οὐκ ἄν," ἔφη, "ἂν μὴ Πτολεμαῖος ἀποστείλῃ." Μίθρου δὲ τοῦ διοικητοῦ τοῦ Λυσιμάχου παρεστῶτος καὶ εἰπόντος, "ἔοικας σὺ μὴ μόνον θεοὺς ἀγνοεῖν ἀλλὰ καὶ βασιλέας," "πῶς," εἶπεν, "ἀγνοῶ, ὅπου γε καὶ θεοῖς σε ἐχθρὸν εἶναι νομίζω;" φασὶ δέ ποτε ἐν Κορίνθῳ παρέρχεσθαι αὐτὸν συχνοὺς ἐπαγόμενον μαθητάς, Μητροκλέα δὲ τὸν κυνικὸν σκάνδικας πλύνοντα εἰπεῖν, "σὺ σοφιστὴς οὐκ ἂν τοσούτων ἔχρῃζες μαθητῶν, εἰ λάχανα ἔπλυνες:" τὸν δ᾽ ὑπολαβόντ᾽ εἰπεῖν, "καὶ σὺ εἴπερ ἀνθρώποις ᾔδεις ὁμιλεῖν, οὐκ ἂν τούτοις τοῖς λαχάνοις ἐχρῶ." 40 [103] τὸ ὅμοιον ἀναφέρεται, καθὰ προείρηται, καὶ εἰς Διογένην καὶ Ἀρίστιππον.

Τοιοῦτος μὲν Θεόδωρος κἀν τούτοις. τελευταῖον δ᾽ εἰς Κυρήνην ἀπελθὼν καὶ Μάγᾳ συμβιοὺς ἐν πάσῃ τιμῇ διετέλει τυγχάνων. ἔνθεν τὸ πρῶτον ἐκβαλλόμενος λέγεται χάριέν τι εἰπεῖν: ἔφη γάρ, "καλῶς ποιεῖτε, ἄνδρες Κυρηναῖοι, ἐκ τῆς Λιβύης εἰς τὴν Ἑλλάδα με ἐξορίζοντες."

Θεόδωροι δὲ γεγόνασιν εἴκοσι: πρῶτος Σάμιος, υἱὸς Ῥοίκου. οὗτός ἐστιν συμβουλεύσας ἄνθρακας ὑποτιθέναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ: καθύγρου γὰρ ὄντος τοῦ τόπου τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν41 ὕδατι. δεύτερος Κυρηναῖος, γεω-

μέτρης οὗ διήκουσε Πλάτων: τρίτος προγεγραμμένος φιλόσοφος: τέταρτος οὗ τὸ φωνασκικὸν φέρεται βιβλίον πάγκαλον: 42 [104] πέμπτος περὶ τῶν νομοποιῶν πεπραγματευμένος, ἀρξάμενος ἀπὸ Τερπάνδρου: ἕκτος στωικός: ἕβδομος τὰ περὶ Ῥωμαίων πεπραγματευμένος: ὄγδοος Συρακόσιος, περὶ τακτικῶν γεγραφώς: ἔνατος Βυζάντιος, ἀπὸ λόγων πολιτικῶν: δέκατος ὁμοίως, οὗ Ἀριστοτέλης μνημονεύει διὰ τῆς ἐπιτομῆς τῶν ῥητόρων: ἑνδέκατος Θηβαῖος, ἀνδριαντοποιός: δωδέκατος ζωγράφος, οὗ μέμνηται Πολέμων: τρισκαιδέκατος ζωγράφος, Ἀθηναῖος, ὑπὲρ οὗ γράφει Μηνόδοτος: τεσσαρεσκαιδέκατος Ἐφέσιος, ζωγράφος, οὗ μέμνηται Θεοφάνης ἐν τῷ περὶ γραφικῆς: πεντεκαιδέκατος ποιητὴς ἐπιγραμμάτων: ἑκκαιδέκατος γεγραφὼς περὶ ποιητῶν: ἑπτακαιδέκατος ἰατρός, Ἀθηναίου μαθητής: ὀκτωκαιδέκατος Χῖος, φιλόσοφος στωικός: ἐννεακαιδέκατος Μιλήσιος, καὶ αὐτὸς στωικὸς φιλόσοφος: εἰκοστὸς ποιητὴς τραγῳδίας.

1 65

2 66

3 67

4 68

5 φησιν] "σύ" φησιν richards: ἔφη "σύ postgate.

6 69

7 70

8 71

9 72

10 73

11 74

12 75

13 76

14 77

15 78

16 79

17 80

18 81

19 82

20 83

21 84

22 85

23 86

24 87

25 88

26 89

27 90

28 91

29 92

30 93

31 94

32 95

33 96

34 97

35 98

36 99

37 100

38 101

39 102

40 103

41 e(/cein] corr. richards: e)/xein vulg.

42 104

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: