Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς δὲ γέροντας αὐτὸς μέν, ὡς εἴρηται,
κατέστησε τὸ πρῶτον ἐκ τῶν μετασχόντων τοῦ βουλεύματος: ὕστερον δὲ ἀντὶ
τοῦ τελευτῶντος ἔταξε καθιστάναι τὸν ἄριστον ἀρετῇ κριθέντα τῶν ὑπὲρ
ἑξήκοντα ἔτη γεγονότων, καὶ μέγιστος [p. 284] ἐδόκει τῶν ἐν
ἀνθρώποις ἀγώνων οὗτος εἶναι καὶ περιμαχητότατος: οὐ γὰρ ἐν ταχέσι
τάχιστον οὐδ᾽ ἐν ἰσχυροῖς ἰσχυρότατον, ἀλλ᾽ ἐν ἀγαθοῖς καὶ σώφροσιν
ἄριστον καὶ σωφρονέστατον ἔδει κριθέντα νικητήριον ἔχειν τῆς ἀρετῆς διὰ
βίου τὸ σύμπαν, ὡς εἰπεῖν, κράτος ἐν τῇ πολιτείᾳ, κύριον ὄντα καὶ
θανάτου καὶ ἀτιμίας καὶ ὅλως τῶν μεγίστων, ἐγίνετο δὲ ἡ κρίσις τόνδε
τὸν τρόπον.
[2]
ἐκκλησίας ἀθροισθείσης ἄνδρες
αἱρετοὶ καθείργνυντο πλησίον εἰς οἴκημα, τὴν μὲν ὄψιν οὐχ ὁρῶντες
οὐδὲ ὁρώμενοι, τὴν δὲ κραυγὴν μόνον ἀκούοντες ἐκκλησιαζόντων. βοῇ γάρ
ὡς τἆλλα καὶ τοὺς ἁμιλλωμένους ἔκρινον, οὐχ ὁμοῦ πάντων, ἀλλ᾽ ἑκάστου
κατὰ κλῆρον εἰσαγομένου καὶ σιωπῇ διαπορευομένου τὴν ἐκκλησίαν.
[3]
ἔχοντες οὖν οἱ κατάκλειστοι γραμματεῖα, καθ᾽
ἕκαστον ἐπεσημαίνοντο τῆς κραυγῆς τὸ μέγεθος, οὐκ εἰδότες ὅτῳ γένοιτο,
πλὴν ὅτι πρῶτος ἢ δεύτερος ἢ τρίτος ἢ ὁποστοσοῦν εἴη τῶν
εἰσαγομένων. ὅτῳ δὲ πλείστη γένοιτο καὶ μεγίστη, τοῦτον ἀνηγόρευον. ὁ
δὲ στεφανωσάμενος περιῄει τοὺς θεούς: εἵποντο δὲ πολλοὶ νέοι ζηλοῦντες
τὸν ἄνδρα καὶ μεγαλύνοντες, πολλαί τε γυναῖκες ἐγκωμιάζουσαι δι᾽ ᾠδῆς
τὴν ἀρετὴν καὶ τὸν βίον εὐδαιμονίζουσαι.
[4]
τῶν δὲ ἐπιτηδείων ἕκαστος αὐτῷ δεῖπνον παρατιθεὶς
ἔλεγεν ὅτι ἡ πόλις ταύτῃ τιμᾷ τῇ τραπέζῃ. περιελθὼν δὲ εἰς τὸ
συσσίτιον ἀπῄει: καὶ τὰ μὲν ἄλλα ἐγίνετο συνήθως, δευτέρας δὲ μερίδος
αὐτῷ [p. 286] παρατεθείσης ἐφύλαττεν ἀράμενος: καὶ μετὰ τὸ
δεῖπνον ἐπὶ ταῖς θύραις τοῦ φιδιτίου τῶν οἰκείων παρουσῶν γυναικῶν, ἣν
μάλιστα τυγχάνοι τιμῶν προσεκαλεῖτο, καὶ διδοὺς τὴν μοῖραν ἔλεγεν ὅτι
ταύτην αὐτὸς λαβὼν ἀριστεῖον ἐκείνῃ δίδωσιν, ὥστε κἀκείνην ζηλουμένην
ὑπὸ τῶν ἄλλων προπέμπεσθαι γυναικῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.