Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὸ καὶ μάλιστά φασι τῷ Λυκούργῳ πρὸς
τοῦτο τὸ πολίτευμα χαλεποὺς γενέσθαι τοὺς εὐπόρους, καὶ συστάντας ἐπ᾽
αὐτὸν ἀθρόους καταβοᾶν καὶ ἀγανακτεῖν τέλος δὲ βαλλόμενος ὑπὸ πολλῶν
ἐξέπεσε τῆς ἀγορᾶς δρόμῳ. καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἷς ἱερὸν
καταφυγών εἷς δέ τις νεανίσκος, ἄλλως μὲν οὐκ ἀφυής, ὀξὺς δὲ καὶ
θυμοειδής, Ἄλκανδρος, ἐπικείμενος καὶ διώκων ἐπιστραφέντος αὐτοῦ τῇ
βακτηρίᾳ πατάξας τὸν ὀφθαλμὸν ἐξέκοψεν.
[2]
ὁ
μὲν οὖν Λυκοῦργος οὐδὲν ἐνδοὺς πρὸς τὸ πάθος, ἀλλὰ στὰς ἐναντίος
ἔδειξε τοῖς πολίταις τὸ πρόσωπον ᾑμαγμένον καὶ διεφθαρμένην τὴν ὄψιν
αἰδὼς δὲ πολλὴ καὶ κατήφεια τοὺς ἰδόντας ἔσχεν, ὥστε παραδοῦναι τὸν
Ἄλκανδρον αὐτῷ καὶ προπέμψαι μέχρι τῆς οἰκίας συναγανακτοῦντας. ὁ δὲ
Λυκοῦργος ἐκείνους μὲν ἐπαινέσας ἀφῆκε, τὸν δὲ Ἄλκανδρον εἰσαγαγὼν
οἴκαδε κακὸν μὲν οὐδὲν οὔτ᾽ ἐποίησεν οὔτ᾽ εἶπεν, ἀπαλλάξας δὲ τοὺς
συνήθεις ὑπηρέτας καὶ θεραπευτῆρας ἐκεῖνον ἐκέλευσεν ὑπηρετεῖν.
[3]
ὁ δὲ οὐκ ὢν ἀγεννὴς ἐποίει τὸ προσταττόμενον
σιωπῇ, καὶ παραμένων ἅμα τῷ Λυκούργῳ καὶ συνδιαιτώμενος ἐν τῷ
κατανοεῖν τὴν πρᾳότητα καὶ τὸ ἀπαθὲς αὐτοῦ τῆς ψυχῆς καὶ τὸ περὶ τὴν
δίαιταν αὐστηρὸν καὶ τὸ πρὸς τοὺς πόνους [p. 236] ἄκαμπτον, αὐτός
τε δεινῶς διετέθη περὶ τὸν ἄνδρα, καὶ πρὸς τοὺς συνήθεις καὶ φίλους
ἔλεγεν ὡς οὐ σκληρὸς οὐδ᾽ αὐθάδης ὁ Λυκοῦργος, ἀλλὰ μόνος ἥμερος καὶ πρᾷός ἐστι τοῖς ἄλλοις.
[4]
οὕτω μὲν οὖν οὗτος ἐκεκόλαστο καὶ
τοιαύτην ὑπεσχήκει δίκην, ἐκ πονηροῦ νέου καὶ αὐθάδους ἐμμελέστατος
ἀνὴρ καὶ σωφρονικώτατος γενόμενος, τοῦ δὲ πάθους ὑπόμνημα Λυκοῦργος
ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερόν, ἣν Ὀπτιλῖτιν προσηγόρευσε: τοὺς γὰρ
ὀφθαλμοὺς ὀπτίλους οἱ τῇδε Δωριεῖς καλοῦσιν. ἔνιοι μέντοι τὸν
Λυκοῦργον, ὧν καὶ Διοσκορίδης ἐστὶν ὁ συντεταγμένος τὴν Λακωνικὴν
πολιτείαν, πληγῆναι μέν φασιν, οὐ τυφλωθῆναι δὲ τὸν ὀφθαλμόν, ἀλλὰ καὶ
τὸ ἱερὸν τῇ θεῷ τῆς ἀκέσεως χαριστήριον ἱδρύσασθαι. τὸ μέντοι φέρειν
βακτηρίαν ἐκκλησιάζοντες οἱ Σπαρτιᾶται μετὰ τὴν συμφορὰν ἐκείνην
ἀπέμαθον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.