καὶ τοῦτο μὲν ἔργον τῆς ὀλιγοσιτίας: παρέργον δέ φασι τὴν τῶν σωμάτων αὔξησιν. φέρεται, γάρ εἰς μῆκος, ὅταν τὸ πνεῦμα μὴ πολλὴν σχῇ διατριβὴν καὶ ἀσχολίαν ὑπὸ πλήθους τροφῆς εἰς βάθος καὶ πλάτος πιεζόμενον, ἀλλ᾽ ἄνω βαδίζῃ διὰ κουφότητα, τοῦ σώματος ἐκλύτως καὶ ῥᾳδίως ἐπιδιδόντος. [5] τὸ δ̓ αὐτὸ τοῦτο καὶ καλοὺς δοκεῖ ποιεῖν αἱ γὰρ ἰσχναὶ καὶ διάκενοι μᾶλλον ἕξεις ὑπακούουσι πρὸς τὴν διάρθρωσιν, αἱ δὲ ὀγκώδεις καὶ πολύτροφοι διὰ βάρος ἀντιβαίνουσιν, ὥσπερ ἀμέλει καὶ τῶν ἐν τῷ κύειν καθαιρομένων γυναικῶν ἰσχνὰ μὲν, εὐειδῆ δὲ καὶ γλαφυρὰ γίνεται τὰ βρέφη, διὰ τὴν ἐλαφρότητα τῆς ὕλης κρατουμένης μᾶλλον ὑπὸ τοῦ τυποῦντος, ἀλλὰ γὰρ ἡ μὲν αἰτία τοῦ συμβαίνοντος ἐν μέσῳ προκείσθω σκοπεῖν.