previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ περὶ τὰς ᾠδὰς καὶ τὰ μέλη παίδευσις οὐχ ἧττον ἐσπουδάζετο τῆς ἐν τοῖς λόγοις εὐζηλίας καὶ καθαριότητος, ἀλλὰ καὶ τὰ μέλη κέντρον εἶχεν ἐγερτικὸν θυμοῦ καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πραγματικῆς, καὶ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος ἐπὶ πράγμασι σεμνοῖς καὶ ἠθοποιοῖς. ἔπαινοι γάρ ἦσαν ὡς τὰ πολλὰ τῶν τεθνηκότων ὑπὲρ τῆς Σπάρτης εὐδαιμονιζομένων, καὶ ψόγοι τῶν τρεσάντων, ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον, ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς ἡλικίαις: [2] ὧν ἕνεκα δείγματος οὐ χεῖρόν ἐστιν ἕν τι προενέγκασθαι. τριῶν γάρ χορῶν κατὰ τὰς τρεῖς ἡλικίας συνισταμένων ἐν ταῖς ἑορταῖς, μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν
ἄμμες πόκ᾽ ἦμες ἄλκιμοι νεανίαι.
[p. 272] δὲ τῶν ἀκμαζόντων ἀμειβόμενος ἔλεγεν
ἄμμες δὲ γ᾽ εἰμὲν αἰ δὲ λῇς, αὐγάσδεο. 1
δὲ τρίτος τῶν παίδων
ἄμμες δὲ γ᾽ ἐσσόμεσθα πολλῷ κάρρονες.

[3] ὅλως δὲ ἄν τις ἐπιστήσας τοῖς Λακωνικοῖς ποιήμασιν, ὧν ἔτι καθ᾽ ἡμᾶς ἔνια διεσώζετο, καὶ τοὺς ἐμβατηρίους ῥυθμοὺς ἀναλαβών, οἷς ἐχρῶντο πρὸς τὸν αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις, οὐ κακῶς ἡγήσαιτο καὶ τὸν Τέρπανδρον καὶ τὸν Πίνδαρον τὴν ἀνδρείαν τῇ μουσικῇ συνάπτειν. μὲν γὰρ οὕτως πεποίηκε περὶ τῶν Λακεδαιμονίων

ἔνθ᾽ αἰχμά τε νέων θάλλει καὶ μοῦσα λίγεια
καὶ δίκα εὐρυάγυια
[4] Πίνδαρος δέ φησιν
ἔνθα βουλαὶ γερόντων
καὶ νέων ἀνδρῶν ἀριστεύοντι αἰχμαὶ
καὶ χοροὶ καὶ Μοῦσα καὶ ἀγλαΐα.
Μουσικωτάτους γὰρ ἅμα καὶ πολεμικωτάτους ἀποφαίνουσιν αὐτούς:
ῥέπει 2 γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδεν,
ὡς Λακωνικὸς ποιητὴς εἴρηκε. καὶ γὰρ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις βασιλεύς, ἀναμιμνήσκων, ὡς ἔοικε, τῆς παιδείας καὶ τῶν [p. 274] κρίσεων, ἵνα ὦσι πρόχειροι παρὰ τὰ δεινὰ καὶ λόγου τινὸς ἀξίας παρέχωσι τὰς πράξεις τῶν μαχομένων.

1 αὐγάδεο Cobet as in Morals, pp. 238 b, 544 e, and S (first hand): πεῖραν λαβέ (come take a try).

2 Ρέπει Scaliger's correction of ἕρπει. Cf. Bergk, Poet. Lyr. Gr. iii.4 p. 51 (Alcman, Frag. 35).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: