[4] δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτα μὲν ὑποστράτηγόν τινα Φούριον ἔχοντα δισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες: ἔπειτα σύμβουλον αὐτῷ Καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας ὁ Σπάρτακος λουόμενον περὶ Σαλίνας, μικρὸν ἐδέησε συναρπάσαι. [5] χαλεπῶς δὲ Καὶ μόλις ἐκφυγόντος εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων Καὶ διώκων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. ἔπεσε δὲ Καὶ Κοσσίνιος. αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούς τε ῥαβδούχους Καὶ τὸν ἵππον αὐτοῦ [p. 340] λαβὼν, ἤδη μὲν μέγας Καὶ φοβερός ἦν, ἐφρόνει δὲ τὰ εἰκότα, Καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τούς μὲν εἰς Θρᾴκην, τούς δ᾽ εἰς Γαλατίαν. [6] οἱ δὲ πλήθει τε ὄντες ἰσχυροὶ Καὶ μέγα φρονοῦντες οὐχ ὑπήκουον, ἀλλ᾽ ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν.
οὐκέτ᾽ οὖν τὸ παρ᾽ ἀξίαν Καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλὰ δὴ διὰ φόβον τε καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων Καὶ μεγίστων ἀμφοτέρους ἐξέπεμπον τούς ὑπάτους, [7] ὧν Γέλλιος μὲν τὸ Γερμανικόν ὕβρει Καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν ἐξαίφνης ἐμπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περιλαβόντος ὁρμήσας ὁμόσε Καὶ μάχην συνάψας ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν, ὠθουμένῳ δ᾽ αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος ὁ τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε: καὶ γενομένης μάχης κρατηθεὶς Καὶ πολλοὺς ἀποβαλών μόλις αὐτὸς ἐξέφυγε.