previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὁρῶν οὖν Σουρήνας τούς τε Πάρθους ἀμβλύτερον ἤδη κινδυνεύοντας, καὶ ἤν τε νὺξ ἐπίσχῃ καὶ τῶν ὀρῶν οἱ Ῥωμαῖοι λάβωνται, παντάπασιν αὐτοὺς ἐσομένους ἀλήπτους, ἐπῆγε τῷ Κράσσῳ δόλον. ἀφείθησαν μὲν γὰρ ἔνιοι τῶν αἰχμαλώτων ἀκηκοότες ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων πρὸς ἀλλήλους ἐπίτηδες διαλεγομένων ὡς οὐ βούλεται βασιλεὺς ἄσπονδον αὑτῷ τὸν πόλεμον εἶναι πρὸς Ῥωμαίους, τὴν δὲ φιλίαν ἀναλαβεῖν χάριτι, Κράσσῳ χρησάμενος φιλανθρώπως, [2] ἔσχοντο δὲ μάχης οἱ βάρβαροι, Σουρήνας δὲ μετὰ τῶν ἀρίστων προσελάσας ἀτρέμα τῷ λόφῳ τοῦ μὲν τόξου τὸν τόνον ἀνῆκε, τὴν δὲ δεξιὰν προὔτεινεν, ἐκάλει δὲ τὸν Κράσσον ἐπὶ συμβάσεις, εἰπὼν ὅτι τῆς μὲν ἀνδρείας καὶ δυνάμεως ἄκοντος πεπείραται βασιλέως, πρᾳότητα δ᾽ αὐτοῖς καὶ φιλοφροσύνην ἑκὼν ἐπιδείκνυται σπενδόμενος ἀπιοῦσι καὶ παρέχων σῴζεσθαι. [p. 412]

[3] ταῦτα τοῦ Σουρήνα λέγοντος οἱ μὲν ἄλλοι προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, δὲ Κράσσος οὐδὲν τι μὴ δι᾽ ἀπάτης ἐσφαλμένος ὑπ᾽ αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλ᾽ ἐβουλεύετο. [4] τῶν δὲ στρατιωτῶν βοώντων καὶ κελευόντων, εἶτα λοιδορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελθεῖν, πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε, καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς σωτηρίας ἐγγὺς οὔσης, [5] ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείςὈκταούϊε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια τοῖς δ᾽ ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπώλετο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: