Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ
πατρός, ἐτράφη δ᾽ ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν. καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος γενέσθαι περὶ τὴν δίαιταν. ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων εὔτακτος γενόμενος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.