τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δ᾽ εἰς Κάρρας συνερρυηκὸς ὄχλον εἶναι σύμμικτον οὐκ ἀξίων σπουδῆς ἀνθρώπων. [3] οἰόμενος οὖν [p. 406] ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δ᾽ ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τἀληθές, ὅπως ἢ προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον ἢ διώκοι χαίρειν ἐάσας Καρρηνούς, ὑποπέμπει τινὰ τῶν παρ᾽ αὐτῷ διγλώττων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν ἢ Κάσσιον, ὡς Σουρήνα διὰ λόγων ἐθέλοντος αὐτοῖς συγγενέσθαι. [4] ταῦτα τοῦ διγλώττου φράσαντος, ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις: καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπ᾽ ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἀπὸ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσιν: τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης. [5] δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρόνον ἀξιοῦντος, ἐν ᾧ συνίασι Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.