previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν τῶν ὅπλων παρασκευὴ συνήθης ἦν, πάντων, ὡς ἔπος εἰπεῖν, τότε κλωπείαις χρωμένων καὶ καταδρομαῖς ἐπ᾽ ἀλλήλους: τὰς δὲ κλίμακας Εὐφράνωρ μηχανοποιὸς ἀναφανδὸν ἐπήξατο, τῆς τέχνης αὐτῷ τὸ ἀνύποπτον διδούσης, ἐπεὶ καὶ αὐτὸς ἦν τῶν φυγάδων, [2] ἄνδρας δὲ αὐτῷ τῶν μὲν ἐν Ἄργει φίλων ἕκαστος ἐξ ὀλίγων δέκα παρέσχεν, αὐτὸς δὲ τῶν ἰδίων οἰκετῶν τριάκοντα καθώπλισεν. ἐμισθώσατο δὲ καὶ διὰ Πρώτου Ξενοφίλου τῶν ἀρχικλώπων οὐ πολλοὺς στρατιώτας, οἷς διεδόθη λόγος ὡς ἐπὶ τὰς ἵππους τὰς βασιλικὰς εἰς τὴν Σικυωνίαν ἔξοδος ἔσοιτο. καὶ προεπέμφθησαν οἱ πολλοὶ σποράδες ἐπὶ τὸν Πολυγνώτου πύργον, ἐκεῖ κελευσθέντες περιμεῖναι. [3] προεπέμφθη δὲ καὶ Καφισίας ὑπ᾽ αὐτοῦ μετὰ τεσσάρων ἄλλων εὔζωνος, οὓς ἔδει πρὸς τὸν κηπουρὸν ἀφικέσθαι σκοταίους, φάσκοντας ὁδοιπόρους εἶναι, καὶ καταυλισαμένους αὐτόν τε συγκλεῖσαι καὶ τοὺς κύνας: οὐ γὰρ ἦν ἄλλῃ παρελθεῖν. τὰς δὲ κλίμακας διαλυτὰς οὔσας ἐμβαλόντες εἰς ἀχάνας καὶ κατακαλύψαντες ἐφ᾽ ἁμαξῶν προαπέστειλαν.

[4] ἐν τούτῳ δὲ κατασκόπων τινῶν ἐν Ἄργει τοῦ Νικοκλέους φανέντων καὶ περιιέναι λεγομένων ἀδήλως καὶ παραφυλάττειν τὸν Ἄρατον, ἅμ᾽ [p. 14] ἡμέρᾳ προελθὼν καὶ φανερὸς ὢν ἐν ἀγορᾷ διέτριβε μετὰ τῶν φίλων εἶτ᾽ ἀλειψάμενος ἐν τῷ γυμνασίῳ καὶ παραλαβών τινας ἐκ τῆς παλαίστρας τῶν εἰωθότων πίνειν καὶ ῥᾳθυμεῖν μετ᾽ αὐτοῦ νεανίσκων ἀπῆγεν οἴκαδε: καὶ μετὰ μικρὸν ἑωρᾶτο τῶν οἰκετῶν αὐτοῦ δι᾽ ἀγορᾶς μὲν στεφάνους φέρων, δὲ λαμπάδας ὠνούμενος, δὲ τοῖς εἰθισμένοις παρὰ πότον ψάλλειν καὶ αὐλεῖν γυναίοις διαλεγόμενος, [5] ταῦτα δὲ οἱ κατάσκοποι πάντα ὁρῶντες ἐξηπάτηντο καὶ πρὸς ἀλλήλους ἀναγελῶντες ἔλεγονοὐδὲν ἦν ἄρα τυράννου δειλότερον, εἰ καὶ Νικοκλῆς τηλικαύτην πόλιν ἔχων καὶ τοσαύτην δύναμιν ὀρρωδεῖ μειράκιον εἰς ἡδονὰς καὶ πότους μεθημερινοὺς τὰ τῆς φυγῆς ἐφόδια καταχρώμενον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: