previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκεῖνος γὰρ Ἀντίγονον μὲν ἔχων [p. 60] σύμμαχον, τρέφων δὲ πολλοὺς ἕνεκα τῆς τοῦ σώματος ἀσφαλείας, οὐδένα δὲ ἐν τῇ πόλει ζῶντα τῶν ἐχθρῶν ὑπολελοιπώς, τοὺς μὲν δορυφόρους καὶ φύλακας ἔξω παρεμβάλλειν ἐκέλευεν ἐν τῷ περιστύλῳ, τοὺς δὲ οἰκέτας, [2] ὁπότε δειπνήσαι, τάχιστα πάντας ἐξελαύνων καὶ τὴν μέταυλον ἀποκλείων μετὰ τῆς ἐρωμένης αὐτὸς εἰς οἴκημα κατεδύετο μικρὸν ὑπερῷον, θύρᾳ καταρρακτῇ κλειόμενον: ἧς ὑπεράνω τὴν κλίνην ἐπιτιθεὶς ἐκάθευδεν, ὡς εἰκὸς καθεύδειν τὸν οὕτως ἔχοντα, ταραχωδῶς καὶ περιφόβως. [3] τὸ δὲ κλιμάκιον τῆς ἐρωμένης μήτηρ ὑφαιροῦσα κατέκλειεν εἰς ἕτερον οἴκημα, καὶ πάλιν ἅμ᾽ ἡμέρᾳ προσετίθει καὶ κατεκάλει τὸν θαυμαστὸν τύραννον, ὥσπερ ἑρπετὸν ἐκ φωλεοῦ κατερχόμενον. δὲ οὐχ ὅπλοις κατὰ βίαν, νόμῳ δὲ ὑπ᾽ ἀρετῆς ἀκατάπαυστον ἀρχὴν περιπεποιημένος, ἐν ἱματίῳ καὶ χλαμυδίῳ τῷ τυχόντι, τῶν πώποτε τυράννων κοινὸς ἀποδεδειγμένος ἐχθρός, ἄχρι τῆς τήμερον ἡμέρας γένος εὐδοκιμώτατον ἀπολέλοιπεν ἐν τοῖς Ἕλλησιν. [4] ἐκείνων δὲ τῶν τὰς ἄκρας καταλαμβανόντων καὶ τοὺς δορυφόρους τρεφόντων καὶ τὰ ὅπλα καὶ τὰς πύλας καὶ τοὺς καταρράκτας προβαλλομένων ὑπὲρ τῆς τοῦ σώματος ἀσφαλείας ὀλίγοι τὸν ἐκ πληγῆς θάνατον, ὥσπερ οἱ λαγωοὶ, διέφυγον οἶκος δὲ γένος τάφος ἔχων τιμωμένην μνήμην οὐδενὸς λέλειπται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: