previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα διαπραξάμενος Ἄρατος τοῦ μὲν πολιτικοῦ φθόνου μείζων ἐγεγόνει διὰ τὰς χάριτας, Ἀντίγονος δ᾽ βασιλεὺς ἀνιώμενος ἐπ᾽ αὐτῷ καὶ βουλόμενος μετάγειν ὅλως τῇ φιλίᾳ πρὸς αὑτὸν διαβάλλειν πρὸς τὸν Πτολεμαῖον, ἄλλας τε φιλανθρωπίας ἐνεδείκνυτο μὴ πάνυ προσιεμένῳ, καὶ θύων θεοῖς ἐν Κορίνθῳ μερίδας εἰς Σικυῶνα τῷ Ἀράτῳ διέπεμπε. [2] καὶ παρὰ τὸ δεῖπνον, ἑστιωμένων πολλῶν, εἰς μέσον φθεγξάμενος, ‘Ὤμην,’ ἔφη, ‘τὸν Σικυώνιον τοῦτον νεανίσκον ἐλευθέριον εἶναι τῇ φύσει μόνον καὶ φιλοπολίτην: δὲ καὶ βίων ἔοικε καὶ πραγμάτων βασιλικῶν ἱκανὸς εἶναι κριτής, πρότερον γὰρ ἡμᾶς ὑπερεώρα ταῖς ἐλπίσιν ἔξω βλέπων καὶ τὸν Αἰγύπτιον ἐθαύμαζε πλοῦτον, ἐλέφαντας καὶ στόλους καὶ αὐλὰς ἀκούων, νυνὶ δὲ ὑπὸ σκηνὴν ἑωρακὼς πάντα τὰ ἐκεῖ πράγματα τραγῳδίαν ὄντα καὶ σκηνογραφίαν ὅλος ἡμῖν προσκεχώρηκεν. [3] αὐτός τε οὖν ἀποδέχομαι τὸ μειράκιον ἐγνωκὼς εἰς ἅπαντα [p. 34] χρῆσθαι, καὶ ὑμᾶς ἀξιῶ φίλον νομίζειν.’ τούτους τοὺς λόγους ὑπόθεσιν λαβόντες οἱ φθονεροὶ καὶ κακοήθεις διημιλλῶντο ταῖς ἐπιστολαῖς ἀλλήλοις, πολλὰ καὶ δυσχερῆ κατὰ τοῦ Ἀράτου τῷ Πτολεμαίῳ γράφοντες, ὥστε κἀκεῖνον ἐγκαλοῦντα πέμψαι. ταῖς μὲν οὖν περιμαχήτοις καὶ διαπύροις τοξευομέναις ἔρωσι φιλίαις βασιλέων καὶ τυράννων τοσοῦτον προσῆν φθόνου καὶ κακοηθείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: