previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ τότε πρῶτον Ἀπελλοῦ καί Μεγαλέου καί τινων αὐλικῶν ἄλλων διαβαλλόντων τὸν Ἄρατον ἀναπεισθεὶς βασιλεὺς, καί συναρχαιρεσιάσας τοῖς ἀπὸ τῆς ἐναντίας στάσεως, ἐσπούδασε τοὺς Ἀχαιοὺς ἑλέσθαι στρατηγὸν Ἐπήρατον. [2] ὡς δ᾽ ἐκείνου μὲν καταφρονουμενου τελέως ὑπὸ τῶν Ἀχαιῶν, τοῦ δὲ Ἀράτου παραμελοῦντος ἐγίνετο τῶν χρησίμων οὐδέν, ἔγνω διαμαρτάνων τοῦ παντὸς Φίλιππος, καί ἀνακρουσάμενος αὖθις ἐπὶ τὸν Ἄρατον ὅλος ἦν ἐκεῖνον, καί τῶν πραγμάτων αὐτῷ πρός τε δύναμιν καί πρός εὐδοξίαν ἐπιδιδόντων ἐξήρτητο τοῦ ἀνδρός, ὡς δι᾽ ἐκεῖνον εὐδοκιμῶν καί αὐξόμενος. [3] ἐδόκει τε πᾶσιν Ἄρατος οὐ μόνον δημοκρατίας, ἀλλὰ καί βασιλείας ἀγαθὸς εἶναι παιδαγωγός: γὰρ προαίρεσις αὐτοῦ καί τὸ ἦθος ὡς χρῶμα ταῖς πράξεσι τοῦ βασιλέως ἐπεφαίνετο. καί γὰρ πρός Λακεδαιμονίους ἁμαρτόντας μετριότης τοῦ νεανίσκου καί πρός Κρῆτας ὁμιλία, δι᾽ ἧς ὅλην προσηγάγετο τὴν νῆσον ἡμέραις ὀλίγαις, τε πρός Αἰτωλοὺς στρατεία γενομένη θαυμαστῶς ἐνεργός εὐπειθείας μὲν τῷ Φιλίππῳ δόξαν, εὐβουλίας δὲ τῷ Ἀράτῳ προσετίθει, [4] καί διὰ ταῦτα μᾶλλον οἱ βασιλικοὶ φθονοῦντες, ὡς οὐδὲν ἐπέραινον κρύφα διαβάλλοντες, ἀναφανδὸν ἐλοιδοροῦντο καὶ προσέκρουον αὐτῷ παρὰ τοὺς πότους μετὰ [p. 112] πολλῆς ἀσελγείας καί βωμολοχίας: ἅπαξ δὲ καί λίθοις βάλλοντες ἀπιόντα εἰς τὴν σκηνὴν μετὰ τὸ δεῖπνον κατεδίωξαν. ἐφ᾽ οἷς Φίλιππος ὀργισθείς εὐθὺς μὲν αὐτοὺς ἐζημίωσεν εἴκοσι ταλάντοις, ὕστερον δὲ λυμαίνεσθαι τὰ πράγματα καὶ ταράττειν δοκοῦντας ἀπέκτεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: