Παιδαγωγός
660ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
εἰ τοῦ τυράννου δώματ᾽ Αἰγίσθου τάδε;
Χορός
τάδ᾽ ἐστίν, ὦ ξέν᾽: αὐτὸς ᾔκασας καλῶς.
Παιδαγωγός
ἦ καὶ δάμαρτα τήνδ᾽ ἐπεικάζων κυρῶ
κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
Χορός
665μάλιστα πάντων: ἥδε σοι κείνη πάρα.
Παιδαγωγός
ὦ χαῖρ᾽, ἄνασσα: σοὶ φέρων ἥκω λόγους
ἡδεῖς φίλου παρ᾽ ἀνδρὸς Αἰγίσθῳ θ᾽ ὁμοῦ.
Κλυταιμνήστρα
ἐδεξάμην τὸ ῥηθέν: εἰδέναι δέ σου
πρώτιστα χρῄζω τίς σ᾽ ἀπέστειλεν βροτῶν.
Παιδαγωγός
670Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
Κλυταιμνήστρα
τὸ ποῖον, ὦ ξέν᾽; εἰπέ: παρὰ φίλου γὰρ ὢν
ἀνδρός, σάφ᾽ οἶδα, προσφιλεῖς λέξεις λόγους.
Παιδαγωγός
τέθνηκ᾽ Ὀρέστης: ἐν βραχεῖ ξυνθεὶς λέγω.
Ἠλέκτρα
οἲ 'γὼ τάλαιν᾽, ὄλωλα τῇδ᾽ ἐν ἡμέρᾳ.
Κλυταιμνήστρα
675τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
Παιδαγωγός
θανόντ᾽ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
Ἠλέκτρα
ἀπωλόμην δύστηνος, οὐδέν εἰμ᾽ ἔτι.
Κλυταιμνήστρα
σὺ μὲν τὰ σαυτῆς πρᾶσσ᾽, ἐμοὶ δὲ σύ, ξένε,
τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;